On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

τὰ μὲν οὖν πλεῖστα παρ᾽ αὐτὸ τὸ στέλεχος ἐκβλαστάνει· μετεωρόταται γὰρ αὗται· καὶ ἥ γε ἐλάα καὶ ἐκ τῶν πρέμνων. ἄπιος δὲ καὶ ῥόα καὶ ὅσα μὴ μόνον σύνεγγυς, ἀλλὰ διὰ πολλοῦ, μακρόρριζα ὄντα, ᾗ ἂν ἡ ῥίζα μετέωρος ᾖ ταύτῃ τὸν βλαστὸν ἀφίησιν· ἐνταῦθα γὰρ ἡ συρροὴ καὶ πέψις θερμαινομένης. δι᾽ ὃ καὶ ἄτακτος ὁ τόπος ὅτι ἄτακτος ὁ μετεωρισμὸς καὶ ἡ συρροή. τὰ δ᾽ ἄκαρπα καὶ εὔζωα καθάπερ αἴγειρος καὶ λεύκη καὶ συμπληροῦν δύναται βλαστάνοντα. τὰ δ᾽ ἄλλα οὐχ ὁμοίως, ἀλλ᾽ ἐπὶ τῶν ὑλημάτων καὶ ποιωδῶν ἐνίων τοῦτο συμβαίνει. πρὸς ἃ καὶ δεῖ μεταβῆναι τὸν λόγον. ὑπὲρ γὰρ τῶν δένδρων ἱκανῶς εἴρηται.

Τούτων δὲ τὰς μὲν γενέσεις ἐκ τῶν αὐτῶν θεωρητέον κοινοτάτην πᾶσι τὴν ἀπὸ σπέρματος τιθέντας. οὐ μὴν ἀλλὰ καὶ πλείους εἰσὶ καὶ τούτων, ᾗ δὲ ἕκαστα τῶν προειρημένων ἐφάπτεται ταύτῃ διαιρετέον· οἷον καὶ ὑπὲρ ἧς νῦν λέγομεν τῆς ἀπὸ τῶν ῥιζῶν. ἔνια γὰρ καὶ αὐτόματα βλαστάνει καὶ φυτεύουσιν ἀπὸ τῶν ῥιζῶν, ὥσπερ τὰ κεφαλόρριζα καὶ ὅλως ὧν παχεῖα καὶ σαρκώδης ἐστὶν ἡ ῥίζα. δεῖ δὲ καὶ τὸ μὲν ὑδατῶδες μὴ πλεῖον ἔχειν ὥσπερ τῆς γογγυλίδος καὶ ῥαφανίδος· εὐξήραντοι γὰρ αὗται καὶ ἀσθενεῖς εἰς διαμονήν. ἀλλ᾽ ἤτοι χιτῶνας ἔχειν πλείους καὶ ἅμα γλισχρότητά τινα καθάπερ αἱ τοῦ βολβοῦ καὶ σκίλλης καὶ ὅλως εὔχυλόν τινα καὶ εὔσαρκον εἶναι καθάπερ αἱ τοῦ ἀμαράκου τοῦ χλωροῦ καὶ τοῦ λειρίου καὶ τῶν ὁμοειδῶν.

αἱ γὰρ τοιαῦται φυτείαν μόνον δέχονται καὶ μέταρσιν. καὶ τούτων αἱ μὲν καὶ πλείω χρόνον διαμένουσιν, αἱ δὲ ἐλάττω κατὰ τὰς ἰδίας φύσεις ἑκάστων. ἄλλαι δ᾽ αὖ πάλιν εἰσί τινες αἳ μένουσαι μὲν ἐν ταῖς ἑαυτῶν χώραις ἀφιᾶσι βλαστὸν οἷον αἱ τῶν ἐπετειοκαύλων, μεταιρόμεναι δὲ οὐ δύναν

ται διὰ τὴν ξηρότητα. τὴν γὰρ αὐτὴν αἰτίαν ὑποληπτέον καὶ ἐπὶ τούτων ἥνπερ ἐπ᾽ ἐκείνων. ἔστι δέ τινων καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ τῶν ἄκρων φυτεία καὶ γένεσις. ἀπὸ παρασπάδος μὲν καὶ ῥαφάνου καὶ πηγάνου, τῶν δὲ στεφανωτικῶν οἷον ἀβροτόνου καὶ σισυμβρίου καὶ ἑρπύλλου· καὶ ἀπὸ τῶν ἄκρων δ᾽ ἐνίων τῶν αὐτῶν πηγάνου τε καὶ ἀβροτόνου καὶ τῶν στεφανωτικῶν·

καὶ γὰρ ἔχει ταῦτά γε καὶ καθίησιν εὐθὺς ῥίζας ἐκ τῶν βλαστῶν ὥσπερ ὁ κιττός· οὗτος γὰρ δὴ μάλισθ᾽ ὅλως ἔμβιος καὶ εἰσδυόμενος εἰς αὐτὰ τὰ δένδρα καὶ ἐν τῇ γῇ κρυπτόμενος. τῶν δὲ λαχανωδῶν τὸ ὤκιμον· καὶ γὰρ τὰς ἀποφυτείας ἐκ τῶν ἄνω δέχεται καίπερ ξυλῶδες ὄν, ἀλλ᾽ ὅτι δυσξήραντόν ἐστι ταύτῃ φύεται, δι᾽ ὃ καὶ πολὺν χρόνον διαμένει καὶ κολουόμενον πάλιν βλαστάνει. ξυλῶδες δὲ καὶ τὸ ἀβρότονον, ἀλλ᾽ ἔχει τινὰ τῇ πυκνότητι καὶ δριμύτητι φυλακὴν ὥσπερ ὁ κιττός· καὶ γὰρ οὗτος φύεται καταπηγνύμενος.