On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἡ δὲ ἔκφυσις δῆλον ὅτι πανταχόθεν· πανταχοῦ γὰρ διαμένει μέχρι τινὸς ἡ ὑγρότης καὶ ἡ θερμότης διὰ τὸ μὴ εὐξήραντον εἶναι τῇ πυκνότητι τῶν πόρων, δι᾽ ὃ καὶ δυσδιάπνευστον. ὁ μὲν οὖν φοῖνιξ διὰ ταῦτα πλεοναχῶς γίνεται. τῶν δὲ ἄλλων τῶν μονοφυῶν οὐδὲν διὰ τὸ μὴ τοιαύτην ἔχειν τὴν φύσιν.

Ὅσα δὲ πλείους γεννᾶται τρόπους ἔχει καὶ ἐν αὐτοῖς διαφοράν. τὰ γὰρ ἀπὸ παρασπάδος καὶ ῥίζης καὶ κλωνὸς οὐ πάντως δύναιντ᾽ ἂν καὶ ἀπὸ ξύλου καὶ ἀπὸ ἀκρεμόνος καθάπερ ἄμπελος καὶ συκῆ, τὰ δὲ πάλιν οὐκ ἀπὸ τῶν βλαστῶν ὥσπερ καὶ ἡ ἐλάα. τὸ δὲ αἴτιον ἐν ἀμφοῖν ταὐτὸν καὶ παραπλήσιον. ἀμπέλου μὲν γὰρ καὶ συκῆς καὶ τῶν ἄλλων τῶν τοιούτων ξηρὰ καὶ

ξυλώδη τὰ μέσα καὶ ἐνίων τραχέα, τὸ δὲ τραχὺ δυσβλαστές· τὰ δὲ ἄκρα καὶ ἁπαλὰ καὶ ἔνυγρα καθάπερ τὸ κλῆμα καὶ ἡ κράδη·