On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
ἐπὶ δὲ πεύκης καὶ ἐλάτης καὶ εἴ τι παραπλήσιον τούτοις οὐδὲν συμβαίνει τοιοῦτον οὐδ᾽ ἐπὶ κυπαρίσσου, πλὴν εἰ τί που καὶ παραβλαστάνει καθάπερ φασὶν ἐν Κρήτῃ περὶ τοὺς καλουμένους δρυΐτας· ἐνταῦθα γὰρ οὐδὲν ἄλογον ὥσπερ καὶ τὰς ἄλλας παραφυάδας ὑπορρίζους οὔσας καὶ ἐνύγρους καὶ ταύτας βλαστάνειν· ἐπεὶ εἴ γε μὴ ἦσαν ὑπόρριζοι χαλεπὸν ἢ ἀδύνατον. τοῦτο μὲν οὖν ὡς πρὸς ὑπόθεσιν λεγόμενον.
ὁ δὲ φοῖνιξ ἀπὸ μὲν τῶν ῥάβδων βλαστάνει χώρας εὐβοσίᾳ καὶ εὐφυΐᾳ πρὸς τὸ θᾶττον βλαστάνειν. τὸ δ᾽ ἀπὸ τῶν ἁπαλοτάτων εὔλογον εἰ ὑγρόταται αὗται καὶ γεννητικώταται. ἀπὸ δὲ τοῦ ἐγκεφάλου διὰ τῶν ὑποκάτω μᾶλλον ἔτι τοῦτο εὔλογον· ἐντεῦθεν γὰρ καὶ ἡ τῶν ῥάβδων φύσις καὶ ὅλως οἷον ἀρχή τις αὕτη ζωτική. δι᾽ ὃ καὶ ἐξαιρουμένου καὶ πονήσαντος θνήσκει· ἐπεὶ καὶ ἡ ἐκ τῶν πλαγίων ἔκφυσις ἔχοντός ἐστι τὸν ἐγκέφαλον· ἐξαιρουμένου γὰρ αὐαίνεσθαι κατὰ λόγον, εἴπερ καὶ πεφυκότος καὶ ἐρριζωμένου τοῦτο συμβαίνει.