On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

δεῖ γὰρ δὴ τὴν ὥραν ὑγρότητά τινα καὶ θερμότητα ἔχειν ὥσπερ καὶ τὸ ἔαρ. αὕτη μὲν ὁμολογουμένη μάλιστα πρὸς βλάστησιν. ἐν ἀμφοῖν δὲ τοῦτο συμβαίνει καὶ ἐν τῇ τοῦ κυνὸς ἐπιτολῇ καὶ μετ᾽ ἀρκτοῦρον· ὑπὸ γὰρ αὐτὸ τὸ ἄστρον καίπερ ὄντος ἐμπύρου τοῦ ἀέρος ὅμως καὶ νότια πνεῖ καὶ νέφη συνίσταται καὶ αὐτὰ τὰ δένδρα διυγραίνεται φανερῶς καὶ ὑπὸ τὸν φλοιὸν αὐτῶν διαδίδοταί τις ὑγρότης, ὅθεν καὶ ῥοαί τισι κατὰ τοῦτον τὸν καιρὸν εἴτ᾽ οὖν συνελαυνομένου τοῦ ὑγροῦ καὶ ἀντιπεριστάσεως γινομένης εἴτε δι᾽ ἄλλην αἰτίαν·

πλὴν συμβαίνει γε τοῦτο καὶ τοῖς ἀνθρώποις, δι᾽ ὃ καὶ

αἱ κοιλίαι μάλιστα λύονται καὶ πυρετοὶ πολλοὶ γίνονται καθυγραινομένων τῶν σωμάτων. δοκεῖ δὲ καὶ ἡ γῆ τότε καθυγράνθαι μᾶλλον ὅθεν καὶ ὑδάτων ἀναδόσεις καὶ ἕτεραι μεταβολαὶ γίνονται πλείους. ἀλλὰ δι᾽ ἣν μὲν αἰτίαν ἕκαστα συμβαίνει τούτων ἕτερος λόγος· ὅτι δὲ ἐξυγραινομένων τῶν φυτῶν καὶ τοῦ ἔξωθεν ἀέρος οὐκ ἀντιπίπτοντος ἡ ἐπιβλάστησις οὐκ ἄλογος φανερὸν ἐκ τῶν εἰρημένων.

τὸ δὲ μετόπωρον οὐχ ὥσπερ ἐλέχθη ξηρὸν καὶ ψυχρόν ἐστιν, ἀλλὰ μᾶλλον θερμόν· ἅμα γὰρ ἐν τῇ τοῦ ἄστρου μεταβολὴ ἐν τῷ ἀέρι γίνεται, δι᾽ ὃ καὶ ὥσπερ μίξιν τινὰ συμβαίνει γίγνεσθαι τοῦ ὑγροῦ καὶ τοῦ θερμοῦ καθάπερ καὶ ἐν τῷ ἦρι προσγίνεται τὸ θερμὸν ἀπὸ τῆς ὥρας· ἐνταῦθα δὲ τοῦ θερμοῦ προϋπάρχοντος ὑγρότης ἐπιγίνεται διὰ τὴν πύκνωσιν καὶ κατάψυξιν τοῦ ἀέρος.

εὔλογον δὲ καὶ τὰ μὴ κάρπιμα καὶ ὅλως τὰ νέα τῶν πρεσβυτέρων ἐπιβλαστικώτερα, καὶ τὰ ἐν ταῖς ὑγραῖς καὶ χειμερίοις χώραις. τὰ μὲν γὰρ κάρπιμα καὶ πρεσβύτερα ξηρότερα, τὰ μὲν εἰς τοὺς καρποὺς καταναλωκότα, τὰ δὲ καὶ τῇ φύσει τοιαῦτα. τὰ δὲ ἄκαρπα καὶ νέα καὶ ὑγρότητα ἔχει καὶ θερμότητα πλείω. πάλιν δὲ ὅπου μὲν οἱ τόποι χειμέριοι καὶ ὑγροὶ τυγχάνουσι καὶ ὁ ἀὴρ εὔπνους ἐνταῦθα καὶ τὰ μετοπωρινὰ γίνεται μακρὰ καὶ ὑγρὰ καὶ καλὰ· πολλάκις δὲ καὶ ὕδατα θερινὰ κατά γε τὰς πλείστας, ὥσθ᾽ ὑγροῦ τοῦ ἀέρος ὄντος ἐπιγινομένης θέρμης εὐβλαστότερα γίνεται καὶ εὐαυξῆ μᾶλλον·