On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ζητήσειε δ᾽ ἄν τις ἐκ τῶν μικρῷ πρότερον εἰρημένων πότερον τὰ δένδρα κατὰ χειμῶνα κύει πρὸς καρπογονίαν, τοῦ δ᾽ ἦρος ἀποτίκτει καὶ τοῦθ᾽ οἷον περίοδός ἐστι χρόνοις ὡρισμένοις καθάπερ τοῖς ζώοις ἢ διὰ τὴν ἔνδειαν τῆς τροφῆς συμβαίνει καὶ διὰ τὴν ψυχρότητα τοῦ ἀέρος. εἰ γὰρ ἐν τοῖς εὐδιεινοῖς καὶ μαλακοῖς αἰεὶ βλαστάνουσιν οὐκ ἂν εἴη τεταγμένη ἐν τοῖς χρόνοις ἡ κύησις, εἰ δὲ μὴ οὔτι γε ταύταις ταῖς ὥραις ὡς ὅλον ἅμα βλαστάνειν πάλιν καὶ εἴ τι τὸ ὀργῶν ἀποτίκτειν.

εἰ δὲ καὶ συνεχῶς ὁ ἀὴρ ἀκολουθοίη τούτοις ἴσως οὐδὲ τὰ παρὰ τῶν ποιητῶν λεγόμενα δόξειεν ἂν ἀλόγως ἔχειν οὐδ᾽ ὡς Ἐμπεδοκλῆς ἀείφυλλα καὶ ἐμπεδόκαρπά φησι θάλλειν

καρπῶν ἀφθονίῃσι κατ᾽ ἠέρα πάντ’ ἐνιαυτόν,
ὑποτιθέμενός τινα τοῦ ἀέρος κρᾶσιν τὴν ἠρινὴν κοινήν· ἐκεῖνο δ᾽ ἄν τις ἴσως ἐν τούτοις ἀπορήσειε πότερα καὶ πεπάνσεις ὅμοιαι τῶν καρπῶν ἢ
ἐνδεέστεραι γίνονται ἀσθενεστέρου ὄντος τοῦ θερμοῦ καὶ τῆς ὥρας ὑγροτέρας· τοῦτο μὲν οὖν ὡς καθ᾽ ὑπό θεσιν θεωρείσθω·

ἐν δὲ τῇ νῦν περιόδῳ τῶν ὡρῶν ἔοικε τὰ δένδρα κενωθέντα τοῦ θέρους ἐκ τῆς βλαστήσεως καὶ τῆς καρπογονίας ἀντιπληροῦσθαι πάλιν εἶτ᾽ ἐκ ταύτης τῆς ἀντιπεριστάσεως ἀποτίκτειν καὶ βλαστάνειν κατὰ τοὺς ἱκνουμένους καιροὺς, ἔχοντά πως τὴν κύησιν καὶ ἐν τοῖς μέρεσι καὶ ἐν τοῖς ὅλοις. εὐλόγως δὲ καὶ αἱ φυτεῖαι καὶ αἱ ἐπιβλαστήσεις γίνονται κατὰ πλείους ὥρας δοκοῦσι δ᾽ ἐναντία πως εἶναι μετόπωρόν τε καὶ ἔαρ καὶ κυνὸς ἐπιτολή· ἡ γὰρ περὶ τροπὰς βραχεῖα, ἀλλὰ μετ᾽ ἀρκτοῦρον ἐπιβλαστάνει πλείω καὶ ὑπὸ κύνα.

τὸ μὲν οὖν ἔαρ οὐδὲ θαυμάζεται, ζωτικωτάτη γὰρ ἡ ὥρα καὶ μάλιστα γόνιμος ὑγρά τις οὖσα καὶ θερμή. τὸ δὲ θέρος ὥσπερ ἐναντίον· ξηρά τε γὰρ καὶ ἐμπυροτάτη καὶ μάλιστα ὑπὸ τὸ ἄστρον. ἔτι δὲ τὸ μετόπωρον οὐ μόνον ξηρὸν, ἀλλὰ καὶ ψυχρὸν ἤδη μεταβάλλον ἐπιλαμβανούσης τῆς ὥρας· ἐναντιωτάτη δὲ βλαστήσει ψυχρότης καὶ ξηρότης. ἀλογία μὲν γὰρ δή τις φαίνεται διὰ τούτων. οὐ μὴν οὔτε πρὸς τὰς βλαστήσεις ἐναντία ταῦτά ἐστιν οὕτε αὖ ἀσύμφωνα κατὰ τὰς δυνάμεις ἀλλ᾽ ἔχοντά τινα ὁμοιότητα.