Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Καὶ ταῖς μὲν ὥραις οὕτως ἑκάστων ἡ γένεσις. ὡς δὲ ἁπλῶς εἰπεῖν οὐδεὶς διαλείπεται χρόνος οὐδ᾿ ἔστιν ἀνανθής, ἀλλὰ καὶ ὁ χειμὼν ἔχει καίπερ ἄγονος δοκῶν εἶναι διὰ τὴν κατάψυξιν τῶν μετοπωρινῶν μεταλαμβανόντων, ἐὰν δὲ δὴ καὶ μαλακὸς ᾖ, πολλῷ μᾶλλον. ἁπλῶς γὰρ πάντ᾿ ἢ τὰ πολλὰ καὶ ἐπεκτείνεται τῆς οἰκείας ὥρας, καὶ ἐὰν ὁ τόπος εὔειλος ᾖ μᾶλλον· δι᾿ ὃ καὶ συνέχεια γίνεται. χρόνοι μὲν οὖν οὗτοι καὶ ὧραι κατὰ τὰς γενέσεις.
Βίος δὲ ἰωνίας μὲν τῆς λευκῆς ἔτη μάλιστα τρία· γηράσκουσα δὲ ἐλαττοῦται καὶ ἴα λευκότερα φέρει. ῥοδωνίας δὲ πέντε τὰ πρὸς τὴν ἀκμὴν μὴ ἐπικαομένης· χείρω δὲ καὶ ταύτης τὰ ῥόδα γηρασκούσης. πρὸς εὐοσμίαν δὲ καὶ ῥόδων καὶ ἴων καὶ τῶν ἄλλων ἀνθῶν μέγιστον ὁ τόπος [*](1 cf. C.P. 1. 4.) [*](² cf. the Eng. plant-name ‘love-in-absence’; see πόθος in Index.) [*](3 λευκὼς. ἔκλευκος, ‘whitish,’ Athen. l.c.) [*](⁴ Evidently the νάρκισσος ἢ λείριον of 6. 6. 9; cf. 6. 8. 1 n.)
Δοκεῖ δὲ πολὺ πρὸς εὐοσμίαν διαφέρειν, ὥσπερ ἐλέχθη, καὶ ὁ ἐνιαυτὸς τοῖος ἢ τοῖος γενόμενος, οὐ μόνον ἐπομβρίαις καὶ αὐχμοῖς ἀλλὰ καὶ τῷ κατὰ καιρὸν γίνεσθαι καὶ ὕδατα καὶ πνεύματα καὶ ἁπλῶς τὰς τοῦ ἀέρος μεταβολάς. τὰ δὲ ἐν τοῖς ὄρεσιν ὡς ἁπλῶς εἰπεῖν καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα μὲν ἀνθεῖν τῇ δὲ ὀσμῇ πολλὰ χείρω γίνεσθαι. καὶ περὶ μὲν τῶν στεφανωματικῶν καὶ ἁπλῶς τῶν φρυγανικῶν σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ἐστὶν ἡ ἱστορία.
[*](¹ ?violets and gilliflowers; so also below.)[*](² Plin. l.c.: cf. C.P. 6. 18. 3.)[*](3 ἄνθη conj. St. from G; ἀνανθὴ Ald. cf. C.P. 6. 19. 4.)[*](4 Plin. 15. 37.)Ι. Ἑπόμενον δὲ τοῖς εἰρημένοις περὶ τῶν ποιωδῶν εἰπεῖν· τοῦτο γάρ ἐστι λοιπὸν τῶν ἐξ ἀρχῆς διαιρεθέντων γενῶν, ἐν ᾧ συμπεριλαμβανονταί πως τὸ λαχανηρὸν καὶ τὸ σιτῶδες. καὶ πρῶτον περὶ τοῦ λαχανώδους λεκτέον ἀρξαμένους ἀπὸ τῶν ἡμέρων, ἐπεὶ γνώριμα μᾶλλον τυγχάνει τῶν ἀγρίων.
Εἰσὶ δὴ τρεῖς ἄροτοι πάντων τῶν κηπευομένων, ἐν οἷς ἕκαστα σπείρουσι διαιροῦντες ταῖς ὥραις. εἷς μὲν οὖν ὁ χειμερινός, ἄλλος δὲ ὁ θερινός, τρίτος δὲ ὁ μεταξὺ τούτων μεθ᾿ ἡλίου τροπὰς χειμερινάς.
καλοῦσι δ᾿ οὕτως οὐ πρὸς τὴν σπορὰν βλέποντες ἀλλὰ πρὸς τὴν γένεσιν καὶ τὴν χρείαν ἑκάστου· ἐπεὶ ἥ γε σπορὰ σχεδὸν ἐν τοῖς ἐναντίοις γίνεται. τοῦ χειμερινοῦ μὲν γὰρ ἀρχὴ μετὰ τροπὰς θερινὰς τοῦ Μεταγειτνιῶνος μηνός, ἐν ᾧ σπείρουσι ῥάφανον ῥαφανίδα γογγυλίδα καὶ τὰ καλούμενα ἐπίσπορα· ταῦτα δ᾿ ἐστὶ τεύτλιον θριδακίνη εὔζωμον λάπαθον νᾶπυ κορίαννον ἄνηθον κάρδαμον· καλοῦσι δὲ [*](¹ cf. C.P. 3. 20. 7 and 8.)
Διαφύεται δ᾿ οὐκ ἐν ἴσοις πάντα χρόνοις, ἀλλὰ τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον ὅσα δυσφυῆ. τάχιστα μὲν οὖν ὤκιμον καὶ βλίτον καὶ εὔζωμον καὶ τῶν χειμερινῶν ῥαφανίς· τριταῖα γὰρ ὡς εἰπεῖν. θριδακίναι δὲ τεταρταῖαι ἢ πεμπταῖαι. σίκυος δὲ καὶ κολοκύντη περὶ τὰς πέντε ἢ ἕξ, οἱ δέ φασιν ἑπτά· πρότερον δὲ καὶ θᾶττον ὁ σίκυος. ἀνδράχνη δ᾿ ἐν πλείοσι τούτων. ἄνηθον δὲ τεταρταῖον. κάρδαμον δὲ καὶ νᾶπυ πεμπταῖα. τευτλίον δὲ θέρους μὲν ἑκταῖον χειμῶνος δὲ δεκαταῖον. ἀδράφαξυς δὲ ὀγδοαία. ῥάφανος δὲ δεκαταία. πράσον δὲ καὶ γήθυον οὐκ ἐν ἴσοις, ἀλλὰ τὸ μὲν ἐννεακαιδεκαταῖον ἐνιαχοῦ δὲ εἰκοσταῖον, γήθυον δὲ δεκαταῖον ἢ δωδεκαταῖον. κορίαννον δὲ δυσφυές· οὐδὲ γὰρ ἐθέλει βλαστάνειν τὸ νέον ἐὰν μὴ βρεχθῇ. θύμβρα δὲ καὶ ὀρίγανος ἐν πλείοσιν ἢ τριάκοντα. δυσφυέστατον δὲ πάντων τὸ σέλινον· τεσσαρακοσταῖον γάρ φασιν οἱ τὰ συντομώτερα λέγοντες, [*](1 January. ² April. ³ Plin. 19. 117.) [*](⁴ τῶν χειμερινῶν: cf. 7. 1. 1.)