Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ὁ δὲ ἀμάρακος ἀμφοτέρως φύεται, καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· πολύσπερμον δέ, καὶ τὸ σπέρμα εὔοσμον ὀσμῇ μαλακωτέρᾳ· δύναται δὲ καὶ μεταφυτεύεσθαι. πολύσπερμον δὲ καὶ τὸ ἀβρότονον καὶ οὐκ ἄοσμον. τοῦτο δὲ ῥίζας μὲν ἔχει ὀρθὰς καὶ κατὰ βάθους. ἔστι γὰρ ὥσπερ μονόρριζον τῇ παχείᾳ τὰς δ᾿ ἄλλας ἀπ᾿ αὐτῆς· ὁ δ᾿ ἀμάρακος καὶ ὁ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τὸ ἑλένιον ἐπιπολαίους καὶ πολυσχιδεῖς καὶ ταρρώδεις· ξνλώδεις δὲ πᾶσαι. πολὺ δὲ μᾶλλον ἡ τοῦ ἀβροτόνου καὶ διὰ τὸ μέγεθος καὶ τῇ ξηρότητι.
[*](¹ ἐνίοτε conj. W.; ἐνίοις Ald.)[*](² Plin. 21. 57. Description of various forms of ἕρπυλλος has perhaps dropped out after this word: cf. § 5, καθάπερ ἐλέχθη.)[*](³ i.e. from seed. ταύτην conj. W.; πάντα UMAld.; ? τάντα ταύτην)[*](⁴ Plin. 21. 34: cf. C.P. 1. 4. 2. ἀβρότονον . . . θέρους, text nearly as given by Ald. and by UM (?)—supported by Plin.)Τοῦ δὲ ἑρπύλλου ἴδιος ἡ αὔξησις ἡ τῶν βλαστῶν· δύναται γὰρ ἐφ᾿ ὁσονοῦν προϊέναι κατὰ μῆκος χάρακα λαβὼν ἢ πρὸς αἱμασιὰν φυτευθεὶς ἢ κάτω καθιέμενος· εὐαυξέστατος δὲ εἰς φρέαρ. εἴδη δὲ τοῦ μὲν ἡμέρου λαβεῖν οὐκ ἔστι, καθάπερ ἐλέχθη. τοῦ δὲ ἀγρίου φασὶν εἶναι. τοῦ γὰρ ἐν τοῖς ὄρεσιν τὸν μὲν θυμβρώδη τινὰ καὶ δριμύτατον τὸν δ᾿ εὔοσμον εἶναι καὶ μαλακώτερον.
Ὥρα δὲ τῆς φυτείας πλείστων μετόπωρον, ἐν ᾧ σπεύδουσιν ὡς πρῶτα φυτεύειν· οὐ μὴν ἀλλ᾿ ἔνια καὶ τοῦ ἦρος φυτεύουσιν. ἅπαντα φιλόσκια καὶ φίλυδρα καὶ φιλόκοπρα μάλιστα· αὐχμὸν δὲ δέχεται καὶ ὅλως ὀλιγοϋδρότατος ὁ ἕρπυλλος. κόπρῳ δὲ χαίρει, μάλιστα δὲ καὶ τῇ τῶν λοφούρων· φασὶ δὲ καὶ μεταφυτεύειν δεῖν πολλάκις· καλλίω γάρ. τὸ δὲ σισύμβριον, ὥσπερ ἐλέχθη, καὶ ἐξίσταται μὴ μεταφυτευόμενον.
VIII. Τῶν δ᾿ ἀνθῶν τὸ μὲν πρῶτον ἐκφαίνεται τὸ λευκόϊον, ὅπου μὲν ὁ ἀὴρ μαλακώτερος εὐθὺς τοῦ χειμῶνος, ὅπου δὲ σκληρότερος ὕστερον, ἐνιαχοῦ τοῦ ἦρος. ἅμα δὲ τῷ ἴῳ ἢ μικρόν τι ὕστερον καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον· [*](¹ cf. Plin. 20. 245 and 246 (not from T.): C.P. 2. 18. 2; Diosc. 3. 38; Index ἕρπυλλος.) [*](2 cf. Plin. 19. 172, which refers however to σισύμβριον; Nic. αρ. Athen. 15. 31.) [*](3 Plin. 21. 61.)
τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δ᾿ ἀπολείπει τῶν ἐαρινῶν· ὀλιγοχρονία γὰρ ἡ ἄνθησις. ὀλιγοχρόνια δὲ καὶ τῶν ἀγρίων τὰ λοιπὰ πλὴν τῆς ὑακίνθου καὶ τῆς ἀγρίας καὶ τῆς σπαρτῆς· αὕτη δὲ διαμένει καὶ τὸ λευκὸν ἴον καὶ ἔτι πλείω τὸ φλόγινον· τὸ δὲ δὴ μέλαν ἴον, ὥσπερ εἴρηται, δι᾿ ἐνιαυτοῦ θεραπείας τυγχάνον. ὡσαύτως δὲ καὶ ἡ οἰνάνθη, καὶ γὰρ τοῦτο ἀνθικὸν μὲν ποῶδες δὲ τὴν φύσιν, ἐάν τις ἀποκνίζῃ καὶ ἀφαιρῇ τὸ ἄνθος καὶ μὴ ἐᾷ σπερματοῦσθαι καὶ ἔτι τόπον εὔειλον ἔχῃ· τὸ δὲ ἄνθος βοτρυῶδες καὶ λευκὸν καθάπερ τῶν ἀγρίων --- ταῦτα μὲν οὖν ὥσπερ ἐαρινὰ φαίνεται.
Τὰ δὲ θερινὰ μᾶλλον ἥ τε λυχνὶς καὶ τὸ διόσανθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ὁ [*](¹ Evidently both distinct from the νάρκισσος ἢ λείριον of 6. 6. 9: 6. 8 3. See Index.) [*](² καὶ τῶν . . . ὄρειον ins Sch. from Athen. l.c. with alteration of ὀρείων to ἀγρίων. cf. Plin. I.c.) [*](³ i.e. the flower of muscari, mentioned in this way because elsewhere (e.g. 7. 12. 1) the edible root is in question, which was properly called βολβός.) [*](4 cf. 9. 19. 3. 5 See Index.)