De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

φασὶ δὲ καὶ εἰς τὰ σπουδαῖα τῶν μύρων ἁρμόττειν, ὥσπερ καὶ τὸ ἐκ τῆς βαλάνου καὶ αὐτό· ποιεῖ δὲ τὰ κελύφη αὐτῶν εὔοσμον εἰς τὸ ἔλαιον ἐμβαλλόμενα· [*](¹ This passage was misunderstood by Plin. 13. 19. The sense seems to be that the viscous character of oil, though preservative of perfume, is not easily receptive of it.) [*](² cf. H.P. 4. 2. 1; 4. 2. 6. βάλανος, balanites aegyptiaea See Index.)

342
ἐπεὶ καὶ τὸ τῶν πικρῶν. ἤδη δὲ πῶς οὐκ ἐναντίον ἅμα μὲν τὸ ἀοσμότατον ζητεῖν, ὥσπερ καὶ τὸ ὠμοτριβὲς ἐκ τῶν φαυλιῶν, ἅμα δ᾿ ἐν τούτοις ποιεῖν; δριμύτητα γὰρ ἔχει τὸ τῶν ἀμυγδάλων· εἰ μὴ ἄρ᾿ ὅτι τὸ ἔλαιον ἑψόμενον κακῶδες. ταῦτα μὲν οὖν ἐπισκεπτέον.

Χρῶνται δὲ πρὸς πάντα τοῖς ἀρώμασι, τοῖς μὲν ἐπιστύφοντες τὸ ἔλαιον τοῖς δὲ καὶ τὴν ὀσμὴν ἐκ τούτων ἐμποιοῦντες. ὑποστύφουσι γὰρ πᾶν εἰς τὸ δέξασθαι μᾶλλον τὴν ὀσμήν, ὥσπερ τὰ ἔρια εἰς τὴν βαφήν. ὑποστύφεται δὲ τοῖς ἀσθενεστέροις τῶν ἀρωμάτων, εἶθ᾿ ὕστερον ἐμβάλλουσιν ἀφ᾿ οὗ ἂν βούλωνται τὴν ὀσμὴν λαβεῖν· ἐπικρατεῖ γὰρ ἀεὶ τὸ ἔσχατον ἐμβαλλόμενον καὶ ἂν ἔλαττον ᾖ· οἶον ἐὰν εἰς κοτύλην σμύρνης ἐμβληθῇ μνᾶ καὶ ὕστερον ἐμβληθῶσι κιναμώμου δραχμαὶ δύο, κρατοῦσιν αἱ τοῦ κιναμώμου δύο δραχμαί.

Θαυμάσειε δ᾿ ἄν τις ἴσως τοῦτό τε καὶ διὰ τί ποτε τὰ ἀρώματα προεμβαλλόμενα δεκτικώτερον ποιεῖ τοὔλαιον ὀσμὴν ἔχοντα· δεῖ γὰρ ἀῶδες εἶναι τὸ δεξόμενον, τὸ δὲ κατειλημμένον ἐφ᾿ ἑτέρου οὐκ ἀῶδες, ὥσθ᾿ ἦττον ἐχρῆν εἶναι δεκτικόν. αἴτιον δ᾿ ἀμφοτέρων ἡ πάντων τὸ αὐτό. ξηρὰ γὰρ ὄντα τὸ λίπος ἕλκει πρὸς ἑαυτὰ [*](¹ τὸ conj. Sch.; τι Vulg.W. Sh. also adds ἀμυγδάλων after πικρῶν.) [*](2 i.e. those derived from the Egyptian balanos and bitter almonds.)

344
καὶ ἀναδέχεται, διὸ καὶ τὴν συνέχειαν ἐξαιρεῖ· μανὸν δὲ γενόμενον καὶ τοῦ λίπους ἀφαιρεθέντος ἐν ᾧ καὶ ἡ οἰκεία μάλιστα ὀσμή, δεκτικώτερον ἐγένετο τοῦ ἐπιβαλλομένου διὰ τὸ μὴ ἀντιστατεῖν.