De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

αἴτιον δ᾿ ὅτι τῶν μὲν ἀνθῶν ἐπιπολῆς τὸ ποιοῦν τὴν ὀσμὴν ἄτε μανῶν ὄντων καὶ οὐκ ἐχόντων βάθος, τῶν δὲ ῥιζῶν καὶ πάντων τῶν στερεῶν ἐν βάθει, τὰ δ᾿ ἔξωθεν ἀπεξηραμμένα καὶ πεπυκνωμένα· διὸ καὶ ἀφιᾶσι πόρρω τὰς ἀποπνοίας, τὰ δ᾿ οἶον ἀνοίξεως δέονται τῶν πόρων, ὅθεν διαιρούμενα καὶ κοπτόμενα πάντ᾿ εὐωδέστερα, τὰ δ᾿ ἄνθη κακωδέστερα τριβόμενα· τὰ μὲν γὰρ ἐκφαίνει τὸ οἰκεῖον τὰ δὲ προσλαμβάνει τὸ ἀλλότριον. ὁ δὲ λιβανωτὸς καὶ ἡ σμύρνα πυκνοτέραν ἔτι τὴν φύσιν ἔχοντα προσδέονται πυρώσεως μαλακῆς, ἢ κατὰ μικρὸν ἐκθερμαίνουσα ποιήσει τὴν ἀναθυμίασιν. ἐὰν γὰρ κόπτῃ τις ἢ τρίβῃ ταῦτα, προσοίσονται μέν [*](¹ i.e. of the unadulterated wine and of the perfume.) [*](² C. P. 6. 19. 2. Sch.’s reasons for bracketing this sentence seem inadequate.) [*](³ i.e. fragrant leaves, etc. cf. H.P. 1. 12. 4.) [*](⁴ Made from the rhizomes: cf. H. P. 1. 7. 2, and Index.)

340
ὀσμὴν οὐχ ὁμοίως δὲ ἡδεῖαν οὐδ᾿ εὐταμίευτον. τούτων μὲν οὖν τοιαῦταί τινες αἱ αἰτίαι.

IV. Τῶν δὲ μύρων ἡ σύνθεσις καὶ ἡ κατασκευὴ τὸ ὅλον οἶον εἰς θησαυρισμόν ἐστι τῶν ὀσμῶν· διόπερ εἰς τοὔλαιον τίθενται· τοῦτο γὰρ χρονιώτατον καὶ ἄμα πρὸς τὴν χρείαν μάλισθ᾿ ἁρμόττον. ἐπεὶ φύσει ἥκιστα δεκτικὸν ὀσμῆς διὰ τὴν πυκνότητα καὶ τὸ λίπος, αὐτῶν δὲ τούτων τὸ λιπαρώτατον, οἶον τὸ ἀμυγδάλινον· τὸ δὲ σησάμινον καὶ τὸ ἐκ τῶν ἐλαιῶν μάλιστα.

Χρῶνται δὲ μάλιστα τῷ ἐκ τῆς βαλάνου τῆς Αἰγυπτίας καὶ Συρίας, ἥκιστα γὰρ λιπαρόν· ἐπεὶ καὶ τῷ ἐκ τῶν ἐλαιῶν μάλιστα χρῶνται τῷ ὠμοτριβεῖ τῆς φαυλίας· δοκεῖ γὰρ ἀλιπέστατον ἔχειν καὶ λεπτότατον· καὶ τούτῳ νέῳ καὶ μὴ παλαιῷ· τὸ γὰρ ὑπὲρ ἐνιαυτὸν ἀχρεῖον παχύτερον καὶ λιπαρώτερον γενόμενον. ἔλαιον μὲν οὖν τὸ τοιοῦτον οἰκειότατον, ἀλιπέστατον γάρ. φασὶ δέ τινες καὶ ἐν τῷ χρίσματι τὸ ἐκ τῶν πικρῶν ἀμυγδάλων· πολλὰ δὲ γίνεται περὶ Κιλικίαν καὶ ποιοῦσιν ἐξ αὐτῶν χρίσμα.