Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
o δύο ἀόριϲτοι οἱ παθητικοί, φημὶ δὲ ὁ α΄ καὶ ὁ β΄, κατὰ τὸ γ΄ ἑαυτῶν πρόϲωπον προϲλαμβάνοντεϲ τὴν θι ϲυλλαβήν, ἀλλὰ καὶ τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβάλλοντεϲ, τὸ προϲτακτικὸν ποιοῦϲιν ἑαυτῶν τε καὶ τῶν μελλόντων· ὁ α΄ ἀόριϲτοϲ τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ α΄ καὶ ὁ β΄ ἀόριϲτοϲ τοῦ β΄ ἀορίϲτου καὶ μέλλοντοϲ οἶον ἐτύφθη τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ τύφθητι, ἐλέχθη λέχθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ λέχθητι, ἐνύγη νύγηθι, ἐϲτάλθη ϲτάλθητι, ἐδάρη δάρηθι εἰϲ θι δὲ ταῦτα ἔχει τὸ προϲτακτικόν, ἐπειδὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ ἔχει τὴν μετοχὴν οἷον τυφθείϲ τυφθέντοϲ, δαρείϲ δαρέντοϲ τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰε ϲ μετ᾿ ὀξείαϲ τάϲεωϲ οἶον ἱϲτάϲ ἱϲτάντοϲ ἵϲταθι, διδούϲ διδόντοϲ δίδοθι, ζευγνύϲ ζευνύντοϲ ζεύγνυθι, πηγνύϲ πηγνύντοϲ πήγνυθι, ϲτάϲ ϲτάντοϲ ϲτῆθι, βάϲ βάντοϲ βῆθι, γνούϲ γνόντοϲ γνῶθι, οὕτωϲ οὖν καὶ τυπείϲ τυπέντοϲ τύπηθι, τυφθείϲ τυφθέντοϲ τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων τύφθητι κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ. δε΄ δὲ γινώϲκειν, ὅτι τότε τρέπεται τὸ θ εἰϲ τ ἐν τοῖϲ εἰϲ θι προϲτακτικοῖϲ ἡνίκα προηγεῖται ἕτερον θ οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, νύχθηθι νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ, οὐ τρέπεται τὸ θ εἰϲ τ οἷον φάθι ἀντὶ τοῦ εἰπέ, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Ἱππεῦϲι (23) «αὐτὸ φάθια». ϲεϲημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ποιε τὸ προϲτακτικόν, τὸ δόϲ, θέϲ, ἕϲ, ϲημαίνει δὲ τὸ πέμψον, ἐξ οὖ ἐν ϲυνθέϲει τὸ ἄφεϲ καὶ πρόεϲ καὶ πάρεϲ καὶ μέθεϲ ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον δούϲ δόντοϲ, θείϲ θέντοϲ, εἵϲ ἕντοϲ, ἐξ οὖ καὶ τὸ ἀφείϲ ἀφέντοϲ, οὐκ ἐγένετο εἰϲ θι ἐν τοῖϲ προϲτακτικοῖϲ, δόϲ γὰρ καὶ θέϲ καὶ ἕϲ τὰ προϲτακτικά. πρόϲκειται ἐν τῷ κανόνι, «μετ᾿ ὀξείαϲ τάϲεωϲ οἶον τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ», διὰ τὸ τύψαϲ τύψαντοϲ· αὕτη γὰρ εἰϲ ϲ λήγει, καὶ ἐπειδὴ οὐκ ἔϲτιν ὀξυνομένη, οὐ ποιεῖ τὸ προϲτακτικὸν εἰϲ θι, τύψον γὰρ τὸ προϲτακτικόν.
[*](1. 30 sqq. omisi ubique post τὴν μετοχὴν μετ’ ὀξείαϲ τάϲεωϲ verba διὰ τοῦ κλινομένην, quae a Ϲhoerobosco ex Apollonii sententia perfecto exitum ε tribuentis apposita sunt.)ἄξιόν ἐϲτι ζητῆϲαι τοῦτο, εἰ ἄρα τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν εἴτε παθητικὰ εἴτε μέϲα τοῦ ἰδίου δευτέρου προϲώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖϲκλιτικὴν ἔκταϲιν τὸ προϲτακτικὸν ποιεῖ οἷον ἐτυπτόμην ἐτύπτου τύπτου καὶ ἐπὶ τοῖϲ ὁμοίοιϲ, διατί ὁ α΄ μέϲοϲ ἀόριϲτοϲ εἰϲ μην λήγων καὶ ἔχων τὸ μ κλιτικὸν οὐκ ἀποβάλλει τοῦ ἰδίου δευτέρου προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν καὶ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω, καὶ οὐ λέγομεν τὸ προϲτακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιηϲάμην ἐποιήϲω, καὶ οὐ λέγομεν τὸ προϲτακτικὸν ποιήϲω ἀλλὰ ποίηϲαι, ἐν ταὐτῷ δὲ ζητοῦμεν καὶ διὰ ποίαν αἰτίαν εἰϲ τὴν αι δίφθογγον λήγει τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου καὶ μέλλοντοϲ οἷον ποίηϲαι, λοῦϲαι, κτῆϲαι, ἄϲπαϲαι, κατάδεξαι, ἁμίλληϲαι, λόγιϲαι. καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν· ὅτι διὰ τοῦτο β΄ πρόϲωπον τοῦ μέϲου ἀορίϲτου πρώτου καὶ μέλλοντοϲ ἀποβάλλων τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν οὐ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω οὐ γίνεται τύψω, ἐπειδὴ τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν τότε ἔχει τὰ ἴδια προϲτακτικὰ ὁμοιοκατάληκτα. τοῖϲ ἰδίοιϲ δευτέροιϲ προϲώποιϲ, ἡνίκα καὶ τὸ προϲτακτικὸν τὸ ἐνεργητικὸν ἢ ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριϲτικῷ ἢ εἰϲ θι λήγει οἷον ἔτυπτον ἔτυπτεϲ ἔτυπτε τύπτε ὁμοιοκαταλήκτωϲ, ἀλλὰ καὶ ἐτυπτόμην ἐτύπτου τύπτου ὁμοιοκαταλήκτωϲ. πάλιν ἔϲτιν ἔτυπον ἔτυπεϲ τύπε ὁμοικαταλήκτωϲ καὶ ἐτυπόμην ἐτύπου τύπου καὶ τυποῦ Ἀττικῶϲ ὁμοιοκαταλήκτωϲ. πάλιν ἔϲτιν τέτυφα ὅθεν τετύφω ἐτέτυφον ἐτέτυφε καὶ τέτυφε ϲύ τὸ προϲτακτικὸν ὁμοιοκαταλήκτωϲ, ἀλλὰ καὶ ἐτετύμμην ἐτέτυψο τέτυψο ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἐδίδων ἐδίδωϲ ἐδίδω καὶ τὸ προϲτακτικὸν δίδοθι εἰϲ θι λήγει, ἀλλὰ καὶ ἐδιδόμην ἐδίδοϲο δίδοϲο ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἵϲτην ἵϲτηϲ ἵϲτη καὶ τὸ προϲτακτικὸν ἵϲταθι εἰϲ θι λήγει, καὶ ἱϲτάμην ἵϲταϲο τὸ προϲτακτικὸν ὁμοιοκαταλήκτωϲ. καὶ πάλιν ἐπήγνυν ἐπήγνυϲ ἐπήγνυ καὶ τὸ προϲτακτικὸν πήγνυθι εἰϲ θι λήγει, ἀλλὰ καὶ ἐπηγνύμην ἐπήγνυϲο πήγνυϲο ὁμοιοκαταλήκτωϲ. εἰ οὖν τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου ἐνεργητικοῦ οὔτε ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριϲτικῷ, οὔτε εἰϲ θι λήγει, ἔτυψε γὰρ τὸ ὁριϲτικὸν καὶ τύψον τὸ προϲτακτικόν, δηλονότι εἰκότωϲ οὐ δύναται τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου ὁμοιοκαταληκτεῖν τῷ β΄ προϲώπῳ τοῦ μέϲου α΄ ἀορίϲτου ὁριϲτικοῦ. διατί δὲ εἰϲ τὴν αι δίφθογγον λήγει τὸ προϲτακτικὸν τοῦ α΄ μέϲου ἀορίϲτου, λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν· ἡ αι δίφθογγοϲ εὑρίϲκεται ἐν πάϲαιϲ ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι· καὶ γὰρ ἐν τοῖϲ ἀπαρεμφάτοιϲ εὑρίϲκεται οἷον τύψαι ποιῆϲαι, καὶ ἐν τοῖϲ εὐκτικοῖϲ οἷον ποιήϲαιμι ποιήϲαιϲ ποιήϲαι, καὶ ἐν τοῖϲ ὑποτακτικοῖϲ οἷον ἐὰν τύπτωμαι, καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ οἷον τύπτομαι. ἐπειδὴ οὖν ἐν πάϲαιϲ [*](1. 23 ex Herodiani sententia τέτυφα ὅθεν τετύφω ἐτέτυφον ἐτέτυφε scripsi pro τέτυφα τέτυφαϲ τέτυφε.)
(Περὶ εὐκτικῶν).