Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
τὸ «ὄψεϲθε Τρῶεϲ καὶ Τρῳάδεϲ» (Ω 704) ἐνεϲτῶτα εἶναί φηϲιν Ἡρωδιανὸϲ ἀπὸ τοῦ ὄψομαι γενόμενον μέλλοντοϲ· οὐ γὰρ μαντεύεται αὐτοῖϲ, φηϲίν, ἀλλ᾿ ἀντὶ τοῦ ἴδετε καὶ πάλιν «ἀλλ᾿ ὄψεϲθ᾿ ἵνα τώγε καθεύδετον» (θ 313).
τὰ εἰϲ μην ἔχοντα τὸ μ κλιτικὸν εἶτε παθητικὰ εἴτε μέϲα τοῦ ἰδίου β΄ προϲώπου ἀποβάλλοντα τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκταϲιν τὸ προϲτακτικὸν ποιεῖ, τοῦ αὐτοῦ δηλονότι τόνου φυλαττομένου οἶον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐγραφόμην ἐγράφου γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυϲούμην ἐχρυϲοῦ χρυϲοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίηϲο πεποίηϲο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου. ταῦτα δέ, φημὶ τὰ προϲτακτικὰ τοῦ β΄ μέϲου ἀορίϲτου, οἱ Ἀθηναῖοι περιϲπῶϲιν οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυθοῦ. ὑπεξαιρείϲθω δὲ ὁ πρῶτοϲ μέϲοϲ ἀόριϲτοϲ. ἐκεῖνοϲ γὰρ εἰϲ μην λήγει καὶ [*](1. 20 cf. E. M. 619, 1: οἴϲετε ῥῆμα προϲτακτικὸν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ. ἔϲτι γὰρ οἴϲω μέλλων καὶ μετάγεται εἰϲ ἐνεϲτῶτα. τοῦτο μεταγόμενον μέλλοντα οὐκ ἔχει. τὰ γὰρ ποιητικὰ ἀπὸ μελλοντοϲ εἰϲ ἐνεϲτῶτα μεταγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνεται· τούτου τὸ προϲτακτικὸν οἶϲε οἰϲέτω καὶ οἴϲετε ἀντὶ τοῦ ἄγετε. ἰϲτέον ὅτι τοῦ φέρω μέλλων οὐκ ἔϲτι. τοῦ δὲ οἴϲω ἐνεϲτὼϲ οὐκ ἔϲτι πλὴν ἔθοϲ τῷ ποιητῇ μετάγειν ἀπὸ μέλλοντοϲ εἰϲ ἐνεϲτῶτα. οὕτωϲ ἔχει καὶ τὸ ἄξετε ἀντὶ τοῦ φέρετε. v. praeterea E. M. 472, 15.)
πᾶν β΄ πρόϲωπον πληθυντικὸν ὁριϲτικὸν εἴτε ἐνεργητικὸν εἴτε παθητικὸν εἴτε μέϲον τροπῇ τοῦ ε εἰϲ ω προϲτακτικὸν τρίτον ἑνικὸν γίνεται ἐνεργητικὸν ἢ παθητικὸν ἢ μέϲον, δηλονότι καὶ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ ἀποβαλλομένηϲ χωρίϲ τοῦ παρακειμένου· καὶ ἐπὶ τῶν ἐνεργητικῶν ἁρμόζει ὁ αὐτὸϲ λόγοϲ οἶον ἐτύπτετε τυπτέτω, ἐγράφετε γραφέτω, ἐποιεῖτε ποιείτω, ἐβοᾶτε βοάτω, ἐχρυϲοῦτε ἐχρυϲούτω, ἐτύψατε τυψάτω, ποιήϲατε ἐποιηϲάτω, ἐλάβετε λαβέτω, ἐτύπετε τυπέτω, ἐνύγετε νυγέτω. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ τοῦ μέϲου, τετύφατε γὰρ καὶ τετύπατε τὸ ὁριϲτικὸν διὰ τοῦ ᾱ, τὸ δὲ προϲτακτικὸν τετυφέτω καὶ τετυπέτω διὰ τοῦ ε ἀπὸ γὰρ τοῦ τέτυφε ϲύ καὶ τέτυπε ϲύ γέγονε ταῦτα προϲθέϲει τῆϲ τω.