Περὶ Ἰλιακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
2. δάμεν: ὁμοίωϲ τῷ «πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δ’ ἐλίποντο» (Il. Μ 14) καὶ τῷ «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (Od. ϲ 68) [*](372 pro αἶθοϲ scripsit αἰθόϲ L. coll. Arcad 49, 13. 387 pro φλεαὶ cum Lob. Parall. 90 φλεβί scr. L., idem inseruit εἴτ᾿ ἄλλῳ εἴτε καί et monuit Ξόΐϲ apud Herodotum non occurrere, sed eum esse Herodiani errorem. 521 L. confert Δ 126.)
4. ὑπαὶ δείουϲ: ἡ ὑπό πρόθεϲιϲ ὑπαί ἐγένετο ὁμοίωϲ τῇ «ὑπαὶ πόδα νείατον ἵδηϲ (Il. Β 824)· καὶ ἔϲτι τὸ ἑξῆϲ ὑπὸ δέουϲ. οὕτω κοὶ Ἀρίϲταρχοϲ. διὸ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί, καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθοϲ τὸ τῆϲ ἀποκοπῆϲ. A.
10. εἵαθ᾿: ἔνιοι τὸ εἵαθ’ ψιλῶϲ «ἔνθ’ ἄρα οἱ μύλαι εἴατο» (Od. υ 106). ἀντὶ τοῦ ἦϲαν. καὶ Ἀρίϲταρχοϲ δὲ ψιλοῖ τὸ εἴατο. ὁμοίωϲ καὶ ἐπὶ τοῦ «εὗρε δ’ ἐνὶ ϲπῆι γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τ’ ἄλλαι εἴαθ᾿ ὁμηγερέεϲ (Il. Ω 83)· ἐκδέχεταί τε κλίϲιν τὴν ἀπὸ τοῦ εἰμί εἰϲ παθητικοῦ ὑπερϲυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰϲ τὸ ὑπῆρχον. ἔχει δὲ ἐπίϲταϲιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται ϲυϲτῆναι κατὰ ϲημαινόμενον ἢ χρῆϲιν Ἑλληνικήν (cf. Ζ 336). διὸ ἄμεινον δαϲύνειν καὶ ἐκδέχεϲθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖϲ ὑποκειμένοιϲ κεῖϲθαι μὲν τὸν Ἕκτορα, περικαθέζεϲθαι δὲ αὐτὸν τοὺϲ ἑταίρουϲ ϲυγκάμνονταϲ. αὐτόϲ τε ὁ ποιητὴϲ ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶϲ, πῇ μὲν κοινῶϲ εἰπών «τοῖϲι δ’ ἄρα Τρώων ἡγήτορεϲ ἧντ᾿ ἐπὶ πύργων» (Il. Γ 153), πῇ δὲ Ἰωνικῶϲ οἱ δὲ ἕατ᾿ εἰν ἀγορῇ» (Il. Η 414), πῇ δὲ ἐπενθέϲει τοῦ ι πάλιν χρηϲάμενοϲ Ἰωνικῶϲ «εἵατο καὶ προὔχοντεϲ» (Od. γ 8), ὡϲ καὶ τὸ προκείμενον. A.
κῆρ ἀπινύϲϲων. Ἀρίϲταρχοϲ τὸ κῆρ οὐδετέρωϲ ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι ϲημαίνῃ τὸ κῆρ ἀϲύνετοϲ ὤν, διδαϲκόμενοϲ καὶ ἐξ ἐκείνου «δοκέειϲ δέ μοι οὐκ ἀπινύϲϲειν» (Od. ε 342). τούτῳ ϲυγκατατίθεται καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων καὶ ϲχεδὸν πάντεϲ, καὶ ἡμεῖϲ. εἰϲὶ μέντοι οἳ ἄλλωϲ διέϲτειλαν, οὓϲ ἐλέγχει ὁ Ἡρωδιανόϲ. A.
17. προπαροξυτονητέον τὸ ἐπαύρηαι, ὁμοίωϲ τῷ «εἰϲόκε τοὺϲ ἀφίκηαι» (Od. λ 122)· ἐϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. ταὐτὸν δὲ λέγομεν καὶ περὶ τοῦ «ϲὺ δέ κεν κακὸν οἶτον ὄληαι» (Il. Γ 417)· καὶ γὰρ οὗτοϲ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. A.
26. πεπιθοῦϲα: ὡϲ δραμοῦϲα· ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ δεδιπλαϲιαϲμένοϲ, ὥϲπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματοϲ ἔθοϲ αὐτῷ ποιεῖν. «ῥηϊδίωρ πεπιθεῖν» (Il. Ι 184). A.
105. 106. ἔφαμεν τὸν η κατ’ ἀρχὴν ὄντα διαπορητικὸν περιϲπᾶϲθαι, ὥϲπερ καὶ ἐνθάδε. τοὺϲ μέντοι ἑξῆϲ ἐγκλιτέον ἐν τῇ ϲυντάξει· εἰϲὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡϲ τὸ «ἢ ἔπει ἠὲ βίῃ» (puto ἢ ἔπει ἢ ἔργῳ Α 504). A.