Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

127. ἡ δ’ ἐπέεϲϲι καθάπτετο. δαϲυντέον τὸ ἡ ἄρθρον. δύναται μέντοι καὶ ϲύνδεϲμοϲ ἐξακούεϲθαι, ἵνα γένηται καὶ ἐπέεϲϲι καθάπτετο. καὶ ἔϲτιν ὅμοιον τοῖϲ τοιούτοιϲ «βεβλήκει γλουτὸν κατὰ δεξιόν, [*](O 10 l. 23 τὸ post ἐκείνου delevit L. 17 ϲὺ δὲ pro οὐδὲ in versu Hom. correxit L.)

93
ἡ δὲ διὰ πρό» (Il. Ε 66)· «ἡ δὲ χιτῶν’ ἐνδῦϲα» (ib. 736)· καὶ γὰρ ἐπὶ τούτων διχῶϲ ἀνέγνωϲαν, ὥϲπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδύϲϲείᾳ (ε 391) αὐτίκ’ ἔπειτ’ ἄνεμοϲ μὲν ἐπαύϲατο, ἡ δὲ γαλήνη». ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεϲθαι, ὥϲπερ καὶ Ἀριϲτάρχῳ ἐδόκει. A.

128. τὸ ἠλέ ὡϲ καλέ ἐπιθετικῶϲ. εἶτε δὲ ἀπεκόπη εἴτε ϲυνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου. A.

138. προπεριϲπαϲτέον τὴν υἷοϲ γενικήν. προείρηται δὲ πῶϲ γέγονεν ν (E 266). A.

142. θρόνῳ ἔνι: ἀναϲτρεπτέον τὴν πρόθεϲιν τὸ γὰρ ἑξῆϲ ἐϲτὶν ἐν θρόνῳ, ὁμοίωϲ τῷ «υἱὸϲ γάρ οἱ ὄλωλε μάχῃ ἔνι» (111). A.

146. καὶ τὸ Ζεύϲ καὶ τὸ ϲφώ ἐγκλιτέον, τουτέϲτι βαρυτονητέον, ἐπεὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ μεταλαμβάνεται εἰϲ τὸ ὑμᾶϲ. A.

159. προπεριϲπαϲτέον τὸ ἀγγεῖλαι· ἔϲτι γὰρ ἀπαρέμφατον ἀντὶ προϲτακτικοῦ κείμενον, διὰ τὸ ἐπιφερόμενον »μηδὲ ψευδάγγελοϲ εἶναι». οὐκ ἀναγκαῖον γὰρ διὰ τὸ ἄνωχθι προϲτακτικῶϲ ἀναγινώϲκειν. καὶ ἔϲτιν ὅμοιον τῷ «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ ϲτέρνοιϲι τανύϲϲαι» (Od. ε 346)· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐϲτιν. A.