Divisiones Aristoteleae
Aristotle
Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
διαιρεῖται ἡ πολιτεία εἰς πέντε. ἔστι γὰρ αὐτῆς ἓν μὲν δημοκρατία, ἓν δὲ ἀριστοκρατία, ἓν δὲ ὀλιγαρχία, ἓν δὲ τυραννίς, ἓν δε βασιλεία. ἔστι δὲ ἡ μὲν δημοκρατία, ἐν ᾗ τὸ πλῆθος τῆς πόλεως κυριεύει, ἀριστοκρατεία δέ, ἐν ᾗ οἱ κράτιστοι ἡγοῦνται μήτε διὰ γένος μήτε διὰ πλοῦτον ἀλλὰ δι’ ἀρετήν· ἡ δὲ ὀλιγαρχία, ἐν ᾗ τὰ τιμήματα μεγάλα ποιήσαντες ἀπὸ τούτων πολιτεύονταί τινες ἢ δι’ ἑταιρίαν
βιασάμενοι τὸ πλῆθος τὴν πόλιν διοικοῦσι· τυραννὶς δέ, ἐν ᾗ παρακρουσάμενός τις τὸ πλῆθος ἢ βιασάμενος τὴν πόλιν διοικεῖ· βασιλεία δέ, ὅταν ἢ κατὰ νόμον ἢ κατὰ γένος βασιλεὺς τὰ πράγματα διοικῇ τῆς πόλεως· τῆς πολιτείας ἄρα τὸ μέν ἐστι δημοκρατία, τὸ δὲ ἀριστοκρα τία, τὸ δὲ ὀλιγαρχία, τὸ δὲ τυραννίς, τὸ δὲ βασιλεία.