Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ

ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ὅτι περὶ θεοὺς εὐσεβοῦσιν· οἱ δὲ δάνεια ἀποδιδόντες καὶ
παρακαταθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχομένους. τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς τοὺς θεούς ἐστιν, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.