De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Ἕτερον δὲ χέεται καὶ συμπήγνυται ὅμοιον λίθοις ἡ κογχυλίοις. Ὅτε δὲ κατὰ στράγγα ῥεῖ, μένον ἐν τῷ οἰκείῳ εἴδει γίνεται ὡς τὸ λεγόμενον σμηρίον. Τὸ δὲ ἀλλοιούμενον ὡς λίθος ἐστὶ κατὰ τὸ φαινόμενον λίαν ψυχρόν. Ποιεῖ δὲ τοῦτο ἡ θερμότης τοιοῦτον εἶναι· ὅταν δὲ ψῦχος καὶ καταρρῇ, ἀπολιθοῦται.

Πάλιν τῶν δένδρων τινὰ ἀλλοιοῦνται ἐν τῷ χειμῶνι, καὶ ποτὲ μὲν γίνονται χλοερὰ ποτὲ δὲ γλαυκά, καὶ οὐ φθείρονται οὔτε τὰ φύλλα αὐτῶν οὔτε οἱ καρποί, ὅτι τὰ φυτὰ ἐν οἶς τοῦτο συμβαίνει ἔχουσιν ἐπάνω θερμότητα παχεῖαν καὶ ἐν ταῖς ῥίζαις ὑγρότητα λεπτήν· ὅθεν ἐν τῇ προόδῳ τοῦ ἔτους κατέχει ἡ ὑγρότης ἐκεῖνο τὸ χρῶμα διὰ τὴν ψυχρότητα τοῦ ἀέρος.

Καὶ ὅτε παραβάλλει ἡ θερμότης πρὸς τὴν ψυχρότητα, ὠθεῖ ἡ θερμότης τὴν ὑγρότητα ἔξωθεν, μετὰ τοῦ οὖπερ ἔβαψε χρώματος τοῦ ἐν τῇ ἐπιφανείᾳ τοῦ δένδρου ἀκολουθοῦντος. Ὅτε δὲ στρέφεται πάλιν ἡ ψυχρότης καὶ ἡ ξηρότης εἰς ἐνέργειαν, καὶ ἡ ὑγρότης κατέχει τὴν θερμότητα, τότε τὸ χρῶμα φαίνεται τὸ γλαυκόν.