De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Τὸ δὲ φυτὸν τὸ γάλα ἐκβάλλον ἔχει τοῦτο ἐν τῷ μέσῳ. Ἔστι δὲ ἡ θερμότης ὑποκάτω ἰσχυροτέρα, καὶ μένει ἐκεῖ πιότης, Ὁπόταν οὖν ἄρξηται ἡ θερμότης πέττειν, στρέφεται ἡ πιότης εἰς τὴν οἰκείαν ὑγρότητα, καὶ συμπήγνυσι ταύτην συμπήξει βραχείᾳ.

Καὶ

θερμαινομένου τοῦ τόπου γίνεται ἡ ὑγρότης λιπαρά, ὁμοία γάλακτι, ἐγείρεταί τε ἀναθυμίασις ἀπὸ τῆς ὑγρότητος τῆς ἑλκούσης τὸ γάλα ἐκεῖνο εἰς τὰς ἀκρότητας, καὶ κατέχει ἡ ὑγρότης τὴν θερμότητα τὴν φαινομένην, καὶ οὕτω συμπήγνυται τὸ γάλα· φύσις γάρ ἐστι τῆς θερμότητος τὸ συμπηγνύειν.

Ὁποῖον δή τι δὲ γάλα πολῆς ἐστὶ συμπήξεως, τότε γίνεται, ὅταν ἐν τῷ δένδρῳ φανῇ ψῦχος· συμπηγνύμενον γὰρ μετὰ ταῦτα ἐξέρχεται ἀπὸ τοῦ οἰκείου τόπου. Καὶ ἐντεῦθέν ἐστι τὸ κόμι. Τὸ κόμι δὲ τὸ θερμὸν προέρχεται ἐν τῷ στάζεσθαι· ὁπόταν γοῦν τοῦ ἀέρος ἅψηται, συμπήγνυται καὶ καταρρεῖ ἐν τόπῳ εὐκράτῳ, καὶ ἔστιν ὅμοιον ὕδατι,