De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἐν ᾧ γὰρ σώματί ἐστι πολλὴ ἀραιότης, ἔθος καὶ τὴν ἀναθυμίασιν ἀναβαίνειν· ὑποκουφίζει γὰρ αὐτὴν ὁ ἀήρ. Καὶ συχνάκις τοῦτο βλέπομεν,
ὅταν βάλλωμεν χρυσὸν εἰς τὸ ὕδωρ ἢ ἄλλο τι βαρύ, καὶ παραυτίκα βυθίζεται· καὶ πάλιν ὅταν βάλλωμεν ξύλον ἀραιὸν ἤ βραχύ, καὶ ἐπιπλέει καὶ οὐ βυθίζεται.Ὅθεν οὐ διὰ τὰ φύλλα οὐ καταδύεται τὸ καταδυόμενον πολλάκις ξύλον, οὐδὲ διὰ τὸ ὑποκείμενον τὸ βαρύ, ἀλλ’ ὅτι τὸ μέν ἐστι στερρὸν καὶ πυκνόν, τὸ δὲ ἀραιόν· τὸ δὲ ἀραιὸν παντάπαν οὐ βυθίζεται.
Ἔβενος δὲ καὶ τὰ αὐτῷ παραπλήσια βυθίζονται, ὅτι μικρά ἐστιν ἐν τούτοις ἡ ἀραιότης· καὶ οὐδὲ ἔστιν ἐν αὐτοῖς ἀὴρ ὁ δυνάμενος ταῦτα κουφίσαι. Καταδύονται δέ, ὅτι τὰ μέρη αὐτῶν λίαν εἰσὶ πυκνὰ καὶ στερρά. Πᾶν δὲ ἔλαιον καὶ πάντα τὰ φύλλα τοῦ ὕδατος ὑπερνήχονται.
Καὶ τοῦτο ἤδη ἀποδεικνύομεν. Ἔγνωμεν γὰρ ὅτι ἐν τούτοις ἐστὶν ὑγρότης καὶ θερμότης, καὶ ἔθος τοῦ ὑγροῦ ἐστὶ τοῖς τοῦ ὕδατος μέρεσι συνάπτεσθαι· ἡ δὲ θερμότης ποιεῖ ἀνάγεσθαι τὸ ὑγρόν, καθὼς παρέπεται ἐν τῷ καιρῷ τοῦ ἔαρος. Ἔθος δὲ καὶ τοῦ ὕδατος τὸ κουφίζειν πάντα πρὸς τὴν ἰδίαν ἐπιφάνειαν ἕως τῆς τοῦ ἀέρος ἐπιφανείας, ὥστε ποιεῖν αὐτὸν ἀνέρχεσθαι.
Τὴν δὲ ἐπιφάνειαν αὐτοῦ οὐχ ὑπερβαίνει τὸ ὕδωρ· ἡ γὰρ ὅλη ἐπιφάνεια αὐτοῦ μία ἐστὶ μετὰ τῆς τοῦ ἀέρος. Καὶ διὰ τοῦτο ἄνεισι καὶ τὸ ἔλαιον ὑπεράνω τοῦ ὕδατος. Εἰσὶ δὲ καί τινες λίθοι οἳ τοῦ ὕδατος ὑπερνήχονται, διὰ τὸ κενὸν μόνον τὸ ἐν τούτοις μεῖζον ὂν τῶν ἐν αὐτοῖς μερῶν, καὶ διὰ τὸ τὸν τόπον τοῦ ἀέρος μείζονα εἶναι τοῦ τόπου τοῦ σώματος τῆς γῆς.
Φύσις γάρ ἐστι τοῦ ὕδατος ὑπεράνω βαίνειν τῆς γῆς, τοῦ δὲ ἀέρος τὸ ὑπεράνω βαίνειν τοῦ ὕδατος, Ἡ τοῦ ἀέρος τοίνυν φύσις τοῦ ἐγκλειομένου τῷ λίθῳ ἀναβαίνει ἐπάνω τοῦ ὕδατος, καὶ τῷ ὅλῳ ἀέρι συνάπτεται· καὶ γὰρ ἕκαστον τὸ οἰκεῖον ὅμοιον ἐφέλκεται, καὶ συνακολουθεῖ ἡ φύσις τοῦ μέρους τῷ ὅλῳ ιὧ συζεύγνυται.
Εἰ τοίνυν ἔσται τις ῥαχία κούφη, τὸ μὲν ἥμισυ αὐτῆς καταδύσεται ἐν ὕδατι, τὸ δὲ λοιπὸν ὑπερνήξεται, ὅτι μείζων ἐν αὐτῷ ὁ ἀὴρ τοῦ λοιποῦ σώματος τοῦ λίθου. Διὰ τοῦτο πάντα τὰ δένδρα βαρύτερά εἰσι τῶν
τοιούτων λίθων. Οἱ ἐν τοῖς ὕδασι δὲ λίθοι γίνονται ἐκ τῆς συγκρούσεως τῶν ὑδάτων τῆς ἰσχυρᾶς.Γίνεται γὰρ πρῶτον ἀφρός, εἶτα συμπήγνυται οὕτως οἷόν τι γάλα λιπαρόν· καὶ ὅτε τὸ ὕδωρ τῇ ψάμμῳ προστρίβεται, συναθροίζει ἡ ψάμμος τὴν λιπότητά πως τοῦ ἀφροῦ, ξηραίνει τε αὐτὴν ἡ ξηρότης τῆς θαλάσσης μετά περιττῆς τῆς ἁλυκότητος· καὶ οὕτω συνάγονται τὰ μέρη τῆς ψάμμου, καὶ τῷ ἐπιμήκει τοῦ χρόνου γίνονται λίθοι.
Ἡ δήλωσις δὲ ὅτι ἡ θάλασσα ποιεῖ καθ’ ἑαυτὴν ψάμμον, οὕτως ἐστίν, ὅτι πᾶσα γῆ οὐκ ἔστι γλυκεῖα· ὅτε οὖν στῇ ἐν αὐτῇ τι ὕδωρ, κωλύεται ὁ ἀὴρ ἀλλοιῶσαι αὐτό,
Ἔτι δὲ χρονίζοντος τῷ τόπῳ τοῦ ἐμπεριειλημμένου ὕδατος, ἐπεὶ οὐ δύναται τοῦτο παρομοιῶσαι ἑαυτῷ ὁ ἀήρ (κυριεύουσι γὰρ ἐν αὐτῷ τῷ ὕδατι τὰ μέρη τὰ γεώδη, ἅ εἰσιν ἁλυκά), ἀνάγκη ἐπὶ πλέον θερμανθέντα κατὰ βραχὺ καὶ ἄμφω ποιῆσαι πηλὸν ἔμφυτον.
Τοῦτο δὲ οὐ δύναται γενέσθαι ἐν ὕδασι γλυκεροῖς διὰ τὴν γλυκύτητα καὶ τὴν λεπτότητα αὐτῶν, ἀλλ’ ἐν τοῖς ἁλμυροῖς, ὅτι κυριεύει ἐν τούτοις ἡ ξηρότης τῆς γῆς, καὶ ἢ μεταβάλλει τὸ ὕδωρ εἰς τὸ εἶδος αὐτῆς, ἢ πλησίον αὐτῆς τοῦτο ποιεῖ, καὶ ἑκάτερον ἀλλοιοῦται.
Σκληρύνουσα δὲ ἡ σκληρότης τῆς γῆς κατὰ τὴν δύναμιν τῆς συμπήξεως αὐτῆς τὴν ὑπόστασιν τοῦ ὕδατος, διαιρεῖ τὸν πηλὸν εἰς ἴδια μέρη σμικρά· καὶ διὰ τοῦτο γίνεται ἡ γῆ ἡ τῇ θαλάσσῃ πλησιάζουσα ψαμμώδης. Οὕτως καὶ αἱ πεδιάδες, αἵτινες οὐκ ἔχουσιν ὅπερ ἂν περικαλύψῃ αὐτὰς ἀπό τοῦ ἡλίου, εἰσί τε καὶ μεμακρυσμέναι ἀπὸ ὕδατος γλυκεροῦ.