De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἔστι δὲ τοῦτο ἐν τῇ πέψει τοῦ λίθου καὶ τῶν μετάλλων ἐκφανές· ἐν τῷ ζῴῳ δὲ καὶ τῷ φυτῷ οὐχ οὕτως, ὅτι τούτων τὰ μέρη οὐκ εἰσὶ συμπεπηγότα εἰς ἓν ὡς τοῖς λίθοις, καὶ ὅτι ἐκ τούτων καταρροή τις προβαίνει, ἐκ δὲ τῶν λίθων καὶ τῶν μετάλλων οὐκ ἔξεισι καταρροὴ ἢ τις ἱδρώς.
Τὰ γὰρ μέρη αὐτῶν οὐκ εἰσὶν ἀραιά, κἀντεῦθεν οὐδέ τινα ἀπ’ αὐτῶν ἐξέρχονται, ὡς ἀπὸ τοῦ ζῴου καὶ τοῦ φυτοῦ περιττώματα, οὐδὲ γίνεται ἔξοδός τις ἄλλη ἀπὸ τῆς ἀραιότητος.
Ἐν ᾦ γὰρ ἀραιότης οὐκ ἔστιν, ἀπ’ αὐτοῦ παντελῶς οὐδέν τι ἐξέρχεται. Διὰ τοῦτο στερεόν ἐστιν, εἰς ὃ αὐξάνεσθαί τι οὐ πέφυκε.Καὶ γὰρ τὸ αὐξάνεσθαι πεφυκὸς δεῖται τόπου, ἐν ᾦ ἂν πλατυνθείη καὶ περατωθείη. Λίθοι δὲ καὶ ὄστρακα καὶ τὰ τοιαῦτα ἀεί εἰσιν ἐν ταὐτῷ, οὔτε αὐξάνουσιν οὔτε ἐκτείνονται. Πάλιν τοῖς φυτοῖς δευτέρῳ τρόπῳ ἔνεστι κίνησις, ἔστι καὶ ἐφέλκυσις, ἥτις ἐστὶ δύναμις ἐκ τῆς γῆς ἐφελκομένη τὸ ὑγρόν.
Ἔστι δὲ τῇ ἐφελκύσει κίνησις ἥτις ἔρχεται εἰς τόπον, καὶ τελειοῦταί πως ἡ πέψις· καὶ διὰ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον αἱ μικραὶ βοτάναι μιᾷ ὥρᾳ μιᾶς ἡμέρας γεννῶνται. Οὐκ ἔστι δὲ τοῦτο καὶ ἐν τοῖς ζῴοις· ἡ γὰρ ὕλη ἐν τοῖς ζῴοις ἐστὶ καθ’ ἑαυτὴν καὶ διῃρημένῃ. Οὐκ ἔστι δὲ οὐδὲ ἡ πέψις εἰ μὴ ἐν χρήσει μάλιστα καὶ αὕτη.
Ἡ ὥλη δὲ τοῦ φυτοῦ τούτῳ ἐστὶ πλησίον, καὶ διὰ τοῦτο ὀξυτέρα ἐστὶν ἡ τούτου γένεσις. Τεννᾶται δὲ καὶ αὐξάνει καὶ ὅπερ μᾶλλόν ἐστι λεπτὸν ἐν αὐτῷ, παρὰ τὸ πυκνόν. Τὸ γὰρ πυκνὸν πολυτρόπων δεῖται δυνάμεων διά τε τὴν διαφορὰν τοῦ οἰκείου σχήματος καὶ διὰ τὸ μῆκος τῶν μερῶν αὐτοῦ πρὸς ἄλληλα.
Κἀντεῦθεν ὀξυτέρα καὶ φυτοῦ γένεσις, διὰ τὴν λεπτότητα ἑτέρου πρὸς ἕτερον, καὶ ταχυτέρα ἡ τελείωσις. Τὰ μέρη τῶν φυτῶν ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν ἀραιά, ὅτι ἡ θερμότης αὐτῶν τὴν ὑγρότητα πρὸς τὰ ἄκρα τῶν φυτῶν ἐφέλκεται. Διασπείρεταί τε ἡ ὕλη ἡ θρεπτικὴ εἰς ὅλα τὰ μέρη αὐτῶν· ὃ δὲ περιττεύει, ἐκχεῖται.
Ὥσπερ δὲ ἐν τοῖς βαλανείοις ἡ θερμότης τὴν ὑγρότητα ἐφέλκεται καὶ ταύτην εἰς ἀτμίδα μεταστρέφει, αὕτη δὲ κουφιζομένη, ὁπόταν περιττεύσῃ, μεταβάλλεται εἰς σταγόνας, οὕτως καὶ ἐν τοῖς ζῴοις καὶ ἐν τοῖς φυτοῖς τὰ περιττώματα ἀναβαίνουσιν ἀπὸ τῶν κατωτέρων εἰς τὰ ἀνώτερα, καὶ καταβαίνουσιν ἀπὸ τῶν ἀνωτέρων εἰς τὰ κατώτερα. Τοιουτοτρόπως δὲ καὶ οἱ ποταμοὶ οἱ ὑπὸ τὴν γῆν γεννῶνται ἀπὸ τῶν ὁρέων. Ὕλη γὰρ αὐτῶν εἰσὶν οἱ ὑετοί· καὶ ὅταν πληθυνθῶσι τὰ ὕδατα
καὶ στενοχωρῶνται ἐντός, γίνεται ἐκ τούτων ἀτμὶς περιττή, ἥτις διὰ τὸν ἐντὸς συμπιεσμὸν σχίζει τὴν γῆν· καὶ οὕτω φαίνονται πηγαὶ καὶ ποταμοὶ οἱ πρότερον μὴ φαινόμενοι ἀλλ’ ἐγκεκρυμμένοι τυγχάνοντες.Ἐκτεθείκαμεν δὲ αἰτίας περὶ τῆς γενέσεως τῶν πηγῶν καὶ τῶν ποταμῶν ἐν τῷ ἡμετέρῳ βιβλίῳ τῷ περὶ μετεώρων, ἐν ᾧ εἴπομεν καὶ περὶ σεισμῶν ὅτι πολλάκις δεικνύουσιν οὗτοι πηγὰς καὶ ποταμούς, οἳ πρότερον οὐκ ἐφαίνοντο, οἶον ὅτε σχίζεται ἡ γῆ ἐκ τῆς ἀναθυμιάσεως. Πολλάκις δὲ εὑρίσκομεν ὅτι καὶ πηγαὶ καὶ ποταμοὶ συζεύγνυνται, ὅτε γίνεται σεισμός.
Τοῦτο δὲ τῷ φυτῷ οὐ συμβαίνει, ὅτι ἀὴρ ἐν τῇ ἀραιότητι τῶν μερῶν αὐτοῦ ἐστί, καὶ τοῦδε πάλιν σημεῖον, ὅτι σεισμὸς οὐδὲ ἐν τοῖς τόποις τοῖς ψαμμώδεσι πέφυκε γίνεσθαι, ἀλλ’ ἐν τόποις πυκνοῖς καὶ σκληροῖς, ὁποῖοί εἰσιν οἱ τῶν ὑδάτων καὶ τῶν ὁρέων.
Καὶ γὰρ συμβαίνει σεισμὸς ἐν τοῖς τόποις τούτοις, ὅτι τὸ ὕδωρ ἐστὶ στερρὸν καὶ οἱ λίθοι στερροί· τῇ φύσει δὲ τοῦ ἀέρος τοῦ θερμοῦ καὶ ξηροῦ ἔνεστι τὸ ἀναβαίνειν ἐκ τῆς κουφότητος. Ὄτε γοῦν συνέλθωσι τὰ μέρη αὐτοῦ καὶ κατακυριεύσωσι, συνωθοῦσι τὸν τόπον, καὶ ἐντεῦθεν ἐξέρχεται ἀπ’ αὐτοῦ βιαία ἀναθυμίασις.
Ἐὰν δὲ ὁ τόπος ἦν ἀραιός, οὐκ ἂν ἐξήρχετο οὕτως, ἀλλ’ ὡς ἐπὶ τῆς ψάμμου συμβαίνει. Ἐξέρχεται γὰρ καὶ ἐντεῦθεν ἀναθυμίασις, ἀλλὰ κατὰ βραχύ· καὶ διὰ τοῦτο οὐ γίνεται σεισμός, Ἁπλῶς οὖν ἐν τοῖς στερεοῖς πᾶσι τοῦτο οὐ συμβαίνει, λέγω τὸ κατὰ βραχὺ τὸν ἀέρα ἐξέρχεσθαι.
Συναγόμενα γὰρ τὰ μέρη τούτου δύνανται τὴν γῆν σχίζειν, καὶ τοῦτο ἐστὶν αἰτία τοῦ σεισμοῦ ἐν σώμασι στερεοῖς. Ἐν τοῖς μέρεσι δὲ τῶν φυτῶν καὶ τῶν ζῴων σεισμὸς οὐ γίνεται, ἀλλ’ ἐν ἄλλοις πᾶσι, καὶ πλειστάκις ἔν τε τοῖς ὁστρακώδεσι καὶ ἐν ὑέλῳ καὶ λοιποῖς μετάλλοις.