De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Καὶ τινῶν τὰ φύλλα πρὸς ἄλληλα ὅμοια, ἄλλων δ’ οὔ. Καὶ τινὰ μὲν ἔχουσι κλάδους ἴσους, τινὰ δὲ οὐ τοιούτους. Εἰσὶ δὲ καὶ τὰ μέρη ἅπερ ὠνομάσαμεν ἐν πᾶσι τοῖς δένδροις, αὔξησιν πάσχοντα καὶ πρόσθεσιν, ὡς ἡ ῥίζα, οἱ λύγοι, οἱ φιτροὶ καὶ οἱ κλάδοι· καὶ ταῦτα παρομοιοῦνται μέλεσιν ἀνθρώπων τοῖς περιέχουσι πάντα τὰ ἄλλα μέλη.
Καὶ ἡ μὲν ῥίζα μεσιτεύει ἔν τε τῷ φυτῷ καὶ ἐν τῇ τροφῇ, καὶ καλοῦμεν αὐτὴν οὐ μόνον ῥίζαν ἀλλὰ καὶ αἰτίαν ζωῆς· αὕτη γὰρ ζωὴν τοῖς φυτοῖς
προσφέρει. Καὶ φιτρὸς μέν ἐστιν ὁ μόνος γινόμενος ἀπὸ τῆς γῆς, καὶ ἐστὶν ὅμοιος ἡλικίᾳ ἀνθρώπου· παραφυάδες δέ εἰσι τὰ ἀπὸ τῆς ῥίζης τοῦ δένδρου βλαστάνοντα, κλάδοι δέ, οἵτινες αὐξάνουσιν ἐπάνω τῶν παραφυάδων.Οὐχ εύρίσκονται δὲ ταῦτα ἐν πᾶσι τοῖς φυτοῖς. Καὶ πάλιν τῶν κλάδους ἐχόντων τινὰ μέν εἰσι διηνεκῆ, τινὰ δὲ οὐχί, μᾶλλον δὲ ἀπὸ ἔτους μετὰ ἔτος. Καὶ πάλιν εἰσὶ φυτὰ μὴ ἔχοντα κλάδους μηδὲ φύλλα, ὡς οἱ μύκητες καὶ τὰ ὅμοια.
Οἱ κλάδοι δὲ οἱ γεννώμενοι ἐν τοῖς δένδροις καὶ οἱ φλοιοὶ καὶ οἱ φιτροὶ καὶ οἱ μυελοὶ οὐ γεννῶνται εἰ μὴ ἀπ’ αὐτοῦ τοῦ χυμοῦ τῶν δένδρων. Καί τινες καλοῦσιν αὐτὸν τὸν μυελὸν τὸν ἐν τοῖς δένδροις μήτραν, ἄλλοι σπλάγχνα, ἕτεροι δὲ καρδίαν. Ταῦτα δὲ καὶ αἱ φλέβες καὶ ἡ σὰρξ ὅλου τοῦ δένδρου ἐκ τῶν τεσσάρων στοιχείων πεφύκασι.
Καὶ πολλάκις εὑρίσκονται μέρη τινὰ ἐπιτήδεια εἰς τὸ γεννᾶν φύλλα καὶ ἄνθη. Καὶ λύγοι δέ τινες βραχεῖς εἰσίν, εἰς τὸ γεννᾶν ἐπιτήδειοι ἄνθη, ὡς ἐπὶ τῶν ἰτεῶν. Τινὲς δὲ καὶ ἄνθη καὶ καρποὺς ἐν τοῖς δένδροις, καὶ τἆλλ’ ὁπόσα γεννῶνται ἐκ σπέρματος, καὶ ὅσα περικαλύπτουσιν αὐτά.
Καὶ πάλιν τῶν φυτῶν τινὰ μέν εἰσι δένδρα, τινὰ δὲ μέσον δένδρων καὶ βοτανῶν· καὶ ταῦτα ὀνομάζονται θάμνοι. Καὶ τινὰ μέν εἰσι βοτάναι, τινὰ δὲ λάχανα. Σχεδὸν μὲν οὖν πάντα τὰ φυτὰ τοῖς τοιούτοις ὑποπίπτουσιν ὀνόμασι.
Πάλιν εἰσὶ δένδρα ἅπερ ἔχουσιν ἐκ τῆς οἰκείας ῥίζης φιτρόν, καὶ γεννῶνται ἐν αὐτοῖς κλάδοι πολλοί, ὡς συκαῖ καὶ ἐλαῖαι· τινὰ δ’ οὔ. Πάλιν εἰσὶν ἄλλα φυτὰ μέσον, ὡς εἴπομεν, δένδρων καὶ βοτανῶν σμικρῶν, τὰ λεγόμενα θάμνοι, ἔχοντα ἐν ταῖς ῥίζαις αὐτῶν πολλοὺς κλάδους, ὡς τὰ καλούμενα ἄγνοι καὶ βάτοι.
Λάχανα δέ εἰσι τὰ ἔχοντα πολλοὺς φιτροὺς ἐκ d μιᾶς ῥίζης καὶ πολλοὺς κλάδους, ὡς τὸ πήγανον, αἱ κράμβαι καὶ τὰ τοιαῦτα. Εἰσὶ δὲ καὶ βοτάναι αἵτινες οὐκ ἔχουσι φιτρὸν ἐκ τῆς οἰκείας ῥίζης, ἀλλὰ παραυτίκα φέρουσι φύλλα.
Καὶ τινὰ μὲν κατὰ πάν
ἔτος γεννῶνται καὶ ξηραίνονται, ὡς σῖτος καὶ τὰ παραπλήσια, τινὰ δ’ οὔ. Οὐ δυνάμεθα δὲ ταῦτα πάντα ἐπίστασθαι εἰ μὴ διὰ συλλογισμῶν καὶ παραδειγμάτων καὶ ὑπογραφῶν. Πάλιν εἰσὶ βοτάναι εἰς δύο ἄκρα κλίνουσαι, ὡς τὸ λεγόμενον λάχανον βασιλικόν.