De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἐὰν γοῦν κατὰ ἀναλογίαν θῶμεν τὰ μέρη τῆς ψυχῆς μετὰ τῶν μερῶν τοῦ φυτοῦ, μηκυνθήσεται ὁ λόγος, καὶ τυχὸν οὐδὲ δυνηθείημεν διεξελθεῖν ἂν ταῦτα, μεγάλαις διαφοραῖς ἀπαριθμοῦντες τὰ μέρη τῶν φυτῶν. Καὶ γὰρ μέρος ἑκάστου πράγματος ἐκ τοῦ ἰδίου γένους ἐστὶ καὶ ἐκ τῆς ἰδίας οὐσίας.
Καὶ ὅταν γεννηθῇ τι εἶδος φυτοῦ, μένει ἐν τῇ οἰκείᾳ διαθέσει, ἂν μή τινι χρονικῇ ἀσθενείᾳ καὶ βαρείᾳ τῆς οἰκείας ἐκπέσῃ τοιᾶσδε διαθέσεως. Τῶν ἀνθέων τοίνυν καὶ τῶν καρπῶν καὶ τῶν φύλλων τῶν ἐν τοῖς φυτοῖς τινὰ μὲν ἐν παντὶ ἔτει εἰσί, τινὰ δὲ οὐχ οὕτως ἔχει οὐδὲ διαμένουσιν, ὡς ὁ φλοιὸς καί τι σῶμα πῖπτον ἀπὸ πράγματος τοῦ ἀπορρίπτοντος τοῦτο διά τινα αἰτίαν.
Οὐ μένουσι δὲ ταῦτα ἐν τῷ φυτῷ, ὅτι πολλάκις πίπτουσιν ἐξ αὐτοῦ μέρη τινὰ μὴ διωρισμένα, ὡς τρίχες ἐξ ἀνθρώπων καὶ ὄνυχες. Πλὴν γεννῶνται τρίχες ἢ ἐν αὐτοῖς τοῖς μέρεσιν ὅθεν ἐξέπεσον, ἢ ἐκτὸς ἐν ἄλλοις. Καὶ ἤδη φανερὸν γέγονεν ὅτι τὰ μέρη τοῦ φυτοῦ οὐκ εἰσὶ διωρισμένα, εἴτε καὶ μή, ἀλλὰ μόνον ἀδιόριστα.
Ἡμῖν δὲ αἰσχρόν ἐστι λέγειν πράγματά τινα μεθ’ ῏ον αὐξάνεται τὸ ζῷον καὶ συμπληροῦται μετ’ αὐτῶν, μὴ εἶναι μέρη αὐτοῦ, ἀλλ’ εἶναι κατὰ τὰ φύλλα καὶ πάντα τὰ τοιαῦτα τὰ ἐν τῷ φυτῷ, κἂν καὶ οὐκ ὦσιδιωρισμένα τὰ τοιαῦτα μέρη τοῦ ζῴου, κἂν καὶ κατὰ μικρὸν ἐκπίπτωσιν, ὡς τὰ κέρατα τῆς ἐλάφου καὶ κόμαι τινῶν ζῴων καὶ τρίχες ἄλλων, ἃ δὴ κρύπτουσιν ἑαυτὰ κατὰ τὸν χειμερινὸν καιρὸν ἐν ὀπαῖς καὶ ὑπὸ γῆν πίπτουσι, κἂν καὶ τὸ τοιοῦτον πάθος παρόμοιον ἔχωσι τῇ πτώσει τῶν φυτῶν.
Ὀφείλομεν οὖν εἰπεῖν περὶ τῶν πραγμάτων ὦν πρότερον ἰστορήσαμεν, καὶ ἄρξασθαι ἀπαριθμεῖν τὰ ἴδια μέρη τῶν φυτῶν καὶ τὰ κοινά καὶ τὰς τούτων διαφοράς. Λέγομεν τοίνυν ὡς ἐπὶ τοῖς
μέρεσι τῶν φυτῶν ἐστὶ μεγάλη διαφορὰ ἐν τῷ πλήθει καὶ ἐν τῇ ὀλιγότητι, ἐν τῷ μεγέθει καὶ ἐν τῇ σμικρότητι, ἐν τῇ δυνάμει καὶ ἐν τῆ ἀσθενείᾳ.Τοῦτο δέ ἐστιν ὅτι ὁ χυμὸς ὁ ἐν τοῖς μεγάλοις δένδροις ἐν τισὶ μέν ἐστιν ὡς γάλα, οἶον ἐπὶ τῆς συκῆς, ἐν τισὶν ὅμοιος ὑγρᾷ πίσσῃ, ὡς ὁ χυμὸς ὁ στάζων ἐκ τῆς ἀμπέλου, ἐν τισὶ δὲ ἀρχέγονος, ὡς ἐν τῷ ὁριγάνῳ καὶ ἐν φυτῷ τῷ λεγομένῳ ὀπιγαῒς καὶ ἐν ἄλλοις.
Πάλιν ἔστι φυτὸν τὸ ἔχον μέρη ξηρά, ἕτερον ὑγρά, καὶ τά τοιαῦτα. Καὶ ἔστι τὸ ἔχον μέρη διακεκριμένα, οὔτε ὅμοια οὔτε ἶσα. Καὶ τινὰ ἔχει μέρη ὅμοια μέν, οὐκ ἶσα δέ· τινὰ ἶσα μέν, οὐχ ὅμοια δέ.
Καὶ ὅτι οὐδέ ἐστι τόπος ἐν τούτοις ὡρισμένος. Αἱ διαφοραὶ δὲ τῶν φυτῶν ἐν τοῖς οἰκείοις μέρεσι γινώσκονται καλῶς· ὁμοίως δὲ καὶ τὰ σχήματα αὐτῶν ἐκ τοῦ χρώματος, ἐκ τῆς ἀραιότητος, ἐκ τῆς πυκνότητος, ἐκ τῆς τραχύτητος, καὶ ἐκ πάντων ἄλλων τῶν συμβεβηκότων αὐτοῖς ἐν ἰσότητι, ἐν αὐξήσει φυσικῇ, ἐν διακρίσει, ἐν μεγέθει, ἐν σμικρότητι. Καὶ εἰσὶ μὲν ταῦτα τοιούτου τρόπου, ἔχουσι δὲ καὶ διαφορὰς πολλάς, καθὼς καὶ προείπομεν.
Καὶ πάλιν τῶν φυτῶν τινὰ προάγουσι καρπὸν ἐπάνω τῶν ἰδίων φύλλων, τινὰ δὲ ὑποκάτω τῶν φύλλων. Καὶ τινῶν μὲν ὁ καρπὸς ἀπῃώρηται τοῦ ἰδίου φιτροῦ, τινῶν δὲ ἀπὸ τῆς ῥίζης, ὡς τὰ ἐν Αἰγύπτῳ φυτὰ τὰ λεγόμενα μαργαρῖται. Τινῶν δὲ οἱ καρποὶ ἐν μέσῳ αὐτῶν. Καὶ τινῶν οἱ καρποὶ καὶ τὰ φύλλα καὶ οἱ δεσμοὶ ἀδιάκριτοί εἰσι.