Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Πότερον ὅσα τοῦ αὐτοῦ αἴτια τὴν αὐτὴν ἔχει δύναμιν εἰς τὸ ποιεῖν, ἢ οὔ; λέγω δὲ οἷον ἐπεὶ τὰ ὑπώπια καὶ ὁ χαλκὸς ἐξαίρει καὶ ἡ ῥαφανὶς καὶ ὁ κύαμος διαμασώμενος καὶ ὁ πνεύμων καὶ ἡ ἄργιλος καὶ ἕτερ’ ἄττα, τῇ αὐτῇ δυνάμει, ἢ ὁ μὲν χαλκὸς τῷ ἰὸν εἶναι, τὸν δὲ ἰὸν φαρμακώδη, ὁ δὲ κύαμος καὶ ὁ πνεύμων καὶ ἡ ἄργιλος τῷ ἐπισπᾶν ἐφ’ αὑτὰ διὰ μανότητα, ἄλλα δὲ δι’ ἑτέρας αἰτίας; ἢ τὸ μὲν ἔσχατον ἐπὶ πάντων τῶν τοιούτων ταὐτό (πολλὰ γὰρ καὶ ἐναντία τούτοις, καθάπερ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν), τὰ δὲ πρὸ τούτων οὐδὲν κωλύει ἕτερα.

Διὰ τί αἱ μὲν ἄλλαι οὐλαὶ μέλαιναι γίνονται, αἱ δὲ ἐν τῷ ὀφθαλμῷ λευκαί; ἢ διότι μεταβάλλουσιν ἐν ᾧ ἂν ὦσι πρός τὰς χροιάς, ἐν δὲ τῷ ὀφθαλμῷ μέλανι ὄντι γίνονται, ὥστε ἀνάγκη λευκὰς γίνεσθαι.

Διὰ τί ἀλγεινοτέρα ἡ πληγὴ τοῦ νάρθηκος ἢ ἐνίων σκληροτέρων, ἐάν τις κατὰ λόγον σκοπῇ τύπτων; εὐλογώτερον γὰρ τὴν τοῦ σκληροτέρου εἶναι ἀλγεινοτέραν μᾶλλον γὰρ τύπτει. ἢ ὅτι ἡ σὰρξ ἀλγεῖ οὐ μόνον τυπτομένη, ἀλλὰ καὶ τύπτουσα; ὑπὸ μὲν οὖν τῶν σκληρῶν τύπτεται μόνον (ὑπείκει

γὰρ διὰ τὴν σκληρότητα αὐτῶν), ὑπὸ δὲ τοῦ νάρθηκος ἄμφω αὐτῇ συμβαίνει, τύπτεσθαί τε καὶ διὰ κουφότητα τοῦ βάρους τύπτειν μὴ εἴκουσαν, ὥστε διπλασία γίνεται ἡ πληγή.

Διὰ τί ἡ θαψία καὶ ὁ κύαθος τὰ ὑπώπια παύει, ἡ μὲν ἀρχόμενα, ὁ δὲ ὕστερον, ἐναντία ὄντα; ὁ μὲν γὰρ κύαθος ψυχρος, ὥσπερ καὶ ὁ ποιντής φησι ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν, ἡ δὲ θαψία θερμὸν καὶ καυστικόν. ἢ ὁ μὲν κύαθος ὥσπερ τοῖς μικροψυχοῦσι τὸ ὕδωρ; ἀπαντῶσα γὰρ ἡ ψύξις κωλύει ἐξιέναι τὸ θερμὸν ἐκ τοῦ αἵματος ἐξ ἐπιπολῆς διὰ τὴν πληγὴν συνδραμόντος, καὶ ὅταν ἐξέλθῃ τὸ θερμόν, πηγνυμένου. ὥσπερ γὰρ ἂν εἰ ἔξω ὄν πήγνυται, καὶ ἐγγὺς τοῦ ἔξω τὸ αἷμα, ὅταν ᾖ ὑπὸ τὸ δέρμα, κωλυθέντος διεξιέναι τοῦ θερμοῦ, διὰ τὴν ψυχρότητα τοῦ χαλκοῦ 〈οὐ〉 πήγνυται, ἀλλὰ πάλιν διαχεῖται καὶ ἐπανέρχεται ὅθεν συνέδραμεν. ἡ δὲ θαψία θερμὴ οὖσα τὸ αὐτὸ ποιεῖ· κωλύει γὰρ πήγνυσθαι θερμὴ οὖσα.

Διὰ τί τὰ ὑπώπια διαλύεται προσέχουσιν τὰ χαλκᾶ, οἷον κυάθους καὶ τὰ τοιαῦτα; ἢ διότι ψυχρὸν ὁ χαλκός ἐστιν; κωλύει οὖν τὸ θερμὸν ἐξιέναι ἐκ τοῦ συνιόντος αἵματος ὑπὸ τῆς πληγῆς, οὗ ἐξελθόντος ἐκ τοῦ ἐπιπολῆς γίνεται ὑπώπιον. διὸ καὶ ταχὺ δεῖ προστιθέναι πρὶν παγῆναι. καὶ ἡ θαψία δὲ μετὰ μέλιτος βοηθεῖ διὰ τὸ αὐτό· θερμὴ γὰρ οὖσα κωλύει ψύχεσθαι τὸ αἷμα.

Διὰ τί ποτε, ὅταν ἐν τῷ αὐτῷ τόπῳ πλεονάκις ἕλκος γένηται, ἡ οὐλὴ μέλαινα γίνεται; ἢ ὁπόταν γένηται ἕλκος, πᾶν ἀσθενές ἐστιν τοῦτο, καὶ ὅσῳ ἂν πλεονάκις, τοσούτῳ μᾶλλον· τὸ δὲ ἀσθενὲς κατεψυγμένον καὶ ὑγρότητος πλῆρες; διὸ καὶ μέλαν φαίνεται, εἰ τὰ μεγάλα ἕλκη καὶ

πολυχρόνια μελαίνας τὰς οὐλὰς ἴσχει. τὸ δὲ πολλάκις λαβεῖν ἕλκος οὐδὲν ἀλλ’ ἢ πολὺν χρόνον ἔχειν ἐστὶν ἕλκος.

Διὰ τί ποτε πρὸς τὰ ὑπώπια τοὺς κυάθους προστιθέμμεθα; ἢ διότι, ὅταν πληγῶμεν, ὁ τόπος καταψύχεται, τὸ δὲ θερμὸν ὑποχωρεῖ. προστιθέμενος οὖν ὁ κύαθος, ψυχροῦ ὄντος τοῦ χαλκοῦ, διακωλύει τὸ θερμὸν ἐκπορεύεσθαι.

Διὰ τί ἐν ταῖς οὐλαῖς οὐ γίνονται τρίχες; ἢ ὅτι οἱ πόροι ἐπιτυφλοῦνται ἐξ ὧν αἱ τρίχες, καὶ παραλλάττουσιν;

Διὰ τί οἴδημα καὶ πελιώματα λαμβάνουσιν αἱ πληγαί; ἢ διότι κατὰ τοῦτον τὸν τόπον διασταλέντα τὰ ὑγρά, εἰς τοὺς πλησίον τόπους προσκόψαντα ἀποπάλλεται πάλιν καὶ τῇ κολλήσει τῶν ὑγρῶν συνήγαγεν; ἐὰν δὲ καὶ φλέβιά τινα ῥαγῇ, ὕφαιμος ἡ συνδρομὴ γίνεται.