Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί ψυχθέντες μᾶλλον ἀπὸ τῆς αὐτῆς θερμασίας καιόμεθα καὶ ἀλγοῦμεν; πότερον διὰ πυκνότητα στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν; διὸ μόλιβος ἐρίου θερμότερος. ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ πεπηγέναι ὑπὸ τοῦ ψύχους τοὺς πόρους.
Διὰ τί οἱ ὀργιζόμενοι οὐ ῥιγῶσιν; ἢ ὅτι ἡ ὀργὴ τῇ δειλίᾳ ἐναντίον καὶ ὁ θυμός; ἔστι δὲ ἡ μὲν ὀργὴ ἀπὸ τοῦ πυρός· πολὺ γὰρ τὸ πῦρ κατέχοντες εἴσω χλιαίνονται. μάλιστα δ’ ἔστιν ἐπὶ τῶν παιδίων καταμαθεῖν. οἱ μὲν γὰρ ἄνδρες βλάπτονται, τὰ δὲ παιδία πρῶτον μὲν τὸ πνεῦμα πολὺ ἀναλαμβάνουσιν, εἶτα ἐρυθριῶσιν· πολὺ γὰρ εἴσω ὂν τὸ θερμὸν καὶ ἐξυγραῖνον ἐρυθριᾶν ποιεῖ, ἐπεὶ εἴ τις αὐτοῖς πολὺ τοῦ ψυχροῦ προσχέοι, παύσοιντ’ ἂν ὀργιζόμενοι· κατασβεσθείη γὰρ ἂν αὐτῶν τὸ θερμόν. οἱ δὲ δειλοὶ καὶ φοβούμενο τοὐναντίον. ῥιγῶσίν τε γὰρ καὶ ψυχροὶ καὶ ὠχροὶ γίνονται ἐκλείπει γὰρ τὸ θερμὸν αὐτοῖς ἐκ τῶν ἐπιπολῆς τόπων.
Διὰ τί, ὅταν φρίξωμεν, αἱ τρίχες ὀρθαὶ ἵστανται; ἢ διὰ τὸ ἐν ὑγρῷ πεφυκέναι κατακεκλεῖσθαι; κρατεῖ γὰρ τοῦ ὑγροῦ τὸ βάθος τῆς τριχός. ἡ δὲ φρίκη γίνεται ὑπὸ τοῦ ψυχροῦ, τὸ δὲ ψῦχος κατὰ φύσιν πήγνυσι τὸ ὑγρόν. ὅταν οὖν μεταβάλλῃ τὸ ὑγρόν, ἐξ οὗ πεφύκασιν αἱ τρίχες, καὶ παγῇ, μεταβάλλειν εἰκὸς καὶ τὰς τρίχας. εἰς μὲν οὖν τοὐναντίον εἰ μεταβάλλουσιν, ἢ ἐν ταὐτῷ μένουσιν, ἢ ἐπικρατήσει πάλιν ἡ θρὶξ τοῦ ὑγροῦ· οὐκ εἰκὸς δὲ πεπηγότος καὶ πεπυκνωμένου τοῦ ὑγροῦ τὴν τρίχα τῷ βάρει κρατεῖν. εἰ δὲ μηδαμόσε κεκλίσθαι δυνατὸν τὴν τρίχα τῷ τὸ ὑγρὸν πεπηγέναι,
λείπεται ἑστάναι ὀρθήν. ἢ διότι ὑπὸ τῆς καταψύξεως τὸ θερμὸν εἰς τὸν ἐντὸς τόπον ἀθροίζεται, ἐκλείποντος δὲ ἐκ τῆς σαρκὸς τοῦ θερμοῦ συνίσταται μᾶλλον ἡ σάρξ, συναγομένης δὲ ὀρθότεραι αἱ τρίχες γίνονται, καθάπερ ἐάν τις εἰς τὴν γῆν ἐμπήξας κάρφος ἢ ἄλλο τι συσσάττῃ καὶ πάντοθεν συνάγῃ τὴν γῆν, μᾶλλον ὀρθοῦται ἢ ἐὰν ἐᾷ μὴ συνεστηκυῖαν.Διὰ τί οἱ ῥιγῶντες μάλιστα οὐ καθεύδουσιν; ἢ διότι ὁ ῥιγῶν μᾶλλον κατέχει τὸ πνεῦμα ἢ ἐκπνεῖ, ὁ δὲ καθεύδων ἐκπνεῖ ἢ εἰσπνεῖ; ἐναντίως οὖν ποιεῖ ἔχειν τὸ ῥῖγος τῷ καθεύδειν.
Διὰ τί τοὺς μώλωπας κωλύει τὰ νέοδαρτα δέρματα προστιθέμενα, καὶ μάλιστα κριῶν, καὶ ᾠὰ ἐπικαταγνύμενα; ἢ ὅτι ἄμφω κωλύει τὴν ἄθροισιν τοῦ ὑγροῦ καὶ τὴν ἔπαρσιν; τὸ γὰρ ἀφηλκωμένον ἕλκει ἐπαίρεται διὰ τὴν θερμασίαν· τά τε δὴ ᾠὰ διὰ τὴν γλισχρότητα κατακολλῶντα κωλύει ἐπαίρεσθαι, καθάπερ καὶ τὰ καύματα, ὥσπερ καὶ ἡ κόλλα, καὶ τὰ δέρματα τῇ τε γλισχρότητι προσκολλᾶται, καὶ ἅμα τῇ θερμότητι συμπέττει καὶ παύει τὴν φλεγμασίαν· οὐδὲ γὰρ ἀφαιροῦσιν ἡμερῶν τινῶν. ἐξάγειν δὲ βούλονται τὴν φλεγμασίαν καὶ οἱ τῷ ἁλὶ καὶ τῷ ὄξει τρίβοντες.
Διὰ τί ἐν μὲν τῷ ἄλλῳ σώματι αἱ οὐλαὶ μέλαιναι, ἐν δὲ τῷ ὀφθαλμῷ λευκαί; ἢ ὅτι ἐναντίαν χρόαν ἡ οὐλὴ
λαμβάνει τῇ πρότερον, ὥσπερ πᾶν τὸ νενοσηκός; ἐν τῷ μέλανι δὲ τοῦ ὀφθαλμοῦ τὰ ἕλκη. οὐ μὴν οὐδὲ ἐν τῷ σώματι μέλαιναι εὐθύς, ἀλλ’ ἐξ ἀρχῆς λευκαί, οὐδὲ ἐν τῷ ὀφθαλμῷ ἀεὶ μέλαιναι, ἀλλ’ ἀποκαθίστανται τῷ χρόνῳ, ἢ ἁπλῶς ἢ εἰς τὸ μᾶλλον.Διὰ τί ὁ νάρθηξ τὰ κύκλῳ τῆς πληγῆς ποιεῖ ἐρυθρά, τὸ δὲ μέσον λευκόν; πότερον ὅτι ἀποπιέζει τὸ αἷμα ἐκ τοῦ μέσου, καθὸ μάλιστα προσπίπτει περιφερὴς ὤν; ἢ ἔδει ἐπανιέναι διά γε τοῦτο πάλιν· ἀλλ’ αἵματος συνδρομὴ τὸ ἐρύθημά ἐστιν, συνδρομὴ δ’ εἰς τὸν πληγέντα τόπον.
Διὰ τί τῷ μὲν νάρθηκι σφόδρα τυπτόμενον τὸ μέσον τῆς σαρκὸς λευκὸν γίνεται, τὸ κύκλῳ δὲ ἐρυθρόν, ξύλῳ δὲ ἐρυθρότερον τὸ μέσον; ἢ ὅτι ὁ μὲν νάρθηξ διὰ κουφότητα, ἐὰν σφόδρα πατάξῃ, τὸ ἐπιπολῆς διεσκέδασεν αἷμα, ὥστε ὅθεν μὲν ἐξέλιπεν, λευκὸν φαίνεται, οὗ δὲ πλέον ἦλθεν, ἐρυθρότερον. οἰδησάσης δὲ τῆς πληγῆς, οὐ ταχέως ἀποκαθίσταται τὸ σκεδασθὲν αἷμα διὰ τὸ ὀλίγον τε εἶναι καὶ τὴν φορὰν εἰς τὸ πρόσαντες εἶναι· πλήθει γὰρ βιασθὲν δεῖ τὴν παρὰ φύσιν φορὰν ἐνεχθῆναι. διὰ δὲ τῶν σκληρῶν αἱ πληγαὶ διὰ τὸ βάρος καὶ τὴν ἰσχὺν θλῖψιν καὶ θλάσιν ποιοῦσιν. θλιβόμενον μὲν οὖν κοῖλον γίνεται, θλώμενον δὲ ἀραιόν· τομὴ γὰρ καὶ διαίρεσίς ἐστι μαλακὴ ἡ θλάσις. κοίλου δὲ καὶ ἀραιοῦ γενομένου τοῦ μέσου, φέρεται εἰς αὐτὸ ἐκ τῶν πέριξ ἐπιπολῆς αἷμα· κάτω τε γὰρ πέφυκε φέρεσθαι, καὶ εἰς τὰ ἀραιὰ τῷ εἴκειν αὐτά. ἀθροιζομένου δ’ ἐνταῦθα εἰκότως τοῦ αἵματος τοῦτο μὲν ἐρυθραίνει, ἃ δὲ ἀπολείπει, λευκαίνει.
Διὰ τί αἱ οὐλαὶ μέλαιναι τῶν σπληνιώντων; ἢ ὅτι αἷμα διεφθαρμένον ἔχουσιν διὰ τὴν ἐκ τοῦ σπληνὸς σύμμιξιν νοσώδους αἵματος καὶ ὑδαροῦς; ἡ μὲν οὖν οὐλὴ τὸ δέρμα
λεπτὸν καὶ ἐπιπόλαιον ἴσχει· τὸ δὲ αἷμα, διὰ τὸ ὑδαρὲς καὶ θερμὸν εἶναι μέλαν ὄν, τοιαύτην ποιεῖ τὴν οὐλὴν διαφαινόμενον· καὶ δὴ πλεονάκις ἡ οὐλὴ ἐν τούτῳ γίνεται μελαντέρα. γίνεται δὲ διὰ ταὐτό· δι’ ἀσθένειαν γὰρ τοῦ δέρματος καταψύχεται τὸ αἷμα, καὶ ἐξατμίζοντος τοῦ θερμοῦ γίνεται μελάντερον. ὁμοίως δὲ καὶ τοῖς πρεσβύταις οἵ τε χρῶτες μελάντεροι γίνονται, καὶ αἱ οὐλαὶ αἱ συγγενεῖς μελάντεραι ἢ νέοις· οἷον ὑπώπιον γὰρ αὐτοῖς ἅπαν τὸ σῶμα οὑ διὰ λεπτότητα τοῦ δέρματος, ἀλλ’ ὅτι τὸ θερμὸν ἐκλέλοιπεν.