Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων; ἢ ὅτι ἐν μεθορίῳ ἐστὶ τῶν θερμῶν καὶ ψυχρῶν πνευμάτων, γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοινωνεῖ· διὸ εὔκρατός ἐστιν. ὁ δὲ ἀπηλιώτης ἧττον κοινωνεῖ, ὢν ἐν τῷ μέσῳ τῶν αὐτῶν. ἀπηλιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότον πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ

ἐστίν), κινῶν δὲ οὐ μίγνυται αὐτοῖς. ὁ δὲ ζέφυρος καὶ κινεῖται ὑπὸ τῶν νότων καὶ πνέων κινεῖ τὰ βόρεια· τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων. διὸ τῶν μὲν τὴν τελευτήν, τῶν δὲ τὴν ἀρχὴν ἔχων ἐν ἑαυτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι.

Διὰ τί ἄλλοις ἄλλοι τῶν ἀνέμων ὑέτιοι, οἷον ἐν μὲν τῇ Ἀττικῇ καὶ ταῖς νήσοις ὁ Ἑλλησποντίας, ἐν Ἑλλησπόντῳ δὲ ὁ βορέας καὶ ἐν Κυρήνῃ, περὶ Λέσβον δὲ νότος; ἢ ὅπου ἂν ἄθροισις νεφῶν, ἐνταῦθα ὕδωρ; ἐνταῦθα γὰρ ἡ πύκνωσις ἀθροίζεται, ὅπου ἂν προκαθίζεσθαι ἔχῃ. διὸ καὶ ἐν τοῖς ὄρεσι μᾶλλον ὕει ἢ ὅπου ἂν τὸ πλῆθος ὑπεξάγειν δύνηται· περικαταλαμβανόμενον γὰρ πυκνοῦται· δεῖ δὲ τοῦτο γενέσθαι. καὶ ἐν ταῖς εὐδίαις μᾶλλον ὕει. ἐν Ἑλλησπόντῳ μὲν οὖν ἄνωθεν ὁ βορέας πολλὰ συνωθεῖ νέφη, πρὸς δὲ τὴν Ἀττικὴν καὶ τὰς νήσους ὁ Ἑλλησποντίας, ὥσπερ ὕλην ἔχων· καὶ γὰρ περιίσταται τὰ πολλὰ ἐκ τοῦ βορέου. περὶ δὲ Λέσβον ὁ εὖρος καὶ ὁ νότος ἐκ τοῦ πελάγους φέροντες πολλὰ νέφη προσβάλλει τῇ χώρᾳ. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων.