Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί, ὅταν ὁ εὖρος πνεῖ, μείζω φαίνεται τὰ πάντα ἢ ὅτι ζοφωδέστατον τὸν ἀέρα ποιεῖ;
Διὰ τί τὸν μὲν χειμῶνα πρωΐ ἀπὸ τῆς ἕω τὰ πνεύματα πνεῖ, τὸ δὲ θέρος δείλης καὶ ἀπὸ δυσμῶν ἡλίου; ἢ
ὅτι ἃ ἡμῖν συμβαίνει τοῦ θέρους, ταῦτα τοῦ χειμῶνος τοῖς τὸ ἐναντίον τῆς γῆς ἡμισφαίριον οἰκοῦσιν, ἡμῖν δὲ τοῦ χειμῶνος πρωΐ καὶ ἀφ’ ἕω τὰ πνεύματα πνεῖ διὰ τὸ τὸν ἀέρα κάθυγρον ἐν τῇ νυκτὶ διακρίνεσθαι καὶ κινεῖσθαι τὸ πρωΐ ὑπὸ τοῦ ἡλίου, καὶ πρῶτον τὸν ἔγγιστα τοῦ ἡλίου. ποιεῖ δὲ τοῦτο ὁ ἥλιος καὶ πρὸ ἀνατολῆς· διὸ αὖραι οὐχ ἧττον πρὸ ἀνατολῆς πνέουσιν. ἐπειδὴ οὖν καὶ ἐφ’ ἑαυτὸν ἕλκει ὁ ἥλιος τὰ ὑγρὰ καὶ κινεῖ πρὸ ἀνατολῆς τοῦ χειμῶνος ὑγρὸν ὄντα τὸν παρ’ ἡμῖν ἀέρα, δῆλον ὡς καὶ ἐφ’ αὑτὸν ἂν ἕλκοι, ὢν ἐν τῷ κάτω ἡμισφαιρίῳ, καὶ δείλη ἐκείνοις ὃ ἡμῖν ἐστὶν ὄρθρος. ὥστε συμβαίνοι ἂν τὸν ὑπὸ τοῦ ἡλίου πρὸ ἀνατολῆς παρ’ ἡμῶν ἐφ’ αὑτὸν ἑλκόμενον ἀέρα, τοῦτον τοῖς κάτω γενέσθαι ζέφυρον καὶ δείλης πνεῖν. ὃ δὲ ἐν τῷ παρ’ ἡμῖν χειμῶνι, τῆς ἕω ἐκείνοις συμβαίνει, ὃ δὲ ἐν τῷ θέρει, τῆς δείλης ἡμῖν. ὅτε γὰρ παρ’ ἡμῖν θέρος, ἐκεῖ χειμών ἐστι, καὶ ἡ ἡμετέρα δείλη ἐκείνοις ὄρθρος. καθ’ ἥν ἐκείνοις μὲν αὔρας ἐξ ἑῴας συμβαίνει πνεῖν, ἡμῖν δὲ ζεφύρους διὰ ταὐτὰ τοῖς προειρημένοις. τοῦ δὲ θέρους καὶ ἑῶαι μὲν οὐ πνέουσιν, ὅτι εἰς ξηρότερον ἔτι τὸν παρ’ ἡμῖν ἀέρα ὁ ἥλιος ἀνατέλλει διὰ τὸ ὀλίγον αὐτοῦ χρόνον ἀπογεγονέναι· ζέφυροι δὲ οὐ πνέουσιν δείλης τοῦ χειμῶνος, ὅτι οὐδ’ ἐν τῷ κάτω ἡμισφαιρίῳ ἑῶοι ταύτην τὴν ὥραν διὰ τὰ προειρημένα, ὅθεν ὁ ἥλιος ἐφ’ ἑαυτὸν ἕλκων τὰ ὑγρὰ τὸν παρ’ ἡμῖν ζέφυρον ποιεῖ.