Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί τὰ ὀπτὰ κάρυα ψυχθέντα χείρω γίνεται, καὶ ὁ ἄρτος δὲ καὶ ὁ βάλανος καὶ πολλὰ τῶν τοιούτων, θερμανθέντα δὲ πάλιν βελτίω; ἢ διότι ψυχθέντος μὲν πέπηγεν ὁ χυμός, ἀναχλιανθέντος δὲ πάλιν χεῖται; ἡ δὲ ἡδονὴ γίνεται διὰ τὸν χυμόν.
Διὰ τί ἐπὶ τῇ ἀπολαύσει τῆς ὀπώρας, οἷον σύκων καὶ τῶν τοιούτων, ἢ οἶνον ἄκρατον δεῖ ἐπιπίνειν ἢ ὕδωρ; ταῦτα δὲ ἐναντία. ἢ ὅτι ἡ ὀπώρα καὶ θερμή ἐστι καὶ ὑγρὰ διὰ τὴν γένεσιν; ἔχει γὰρ πολὺ πῦρ καὶ ὑγρότητα, ὥστε διὰ μὲν τὸ πῦρ οἷον ζέσιν ποιεῖ ὁ χυμὸς εἴσω, ὅπερ ἔξω τὸ γλεῦκος ποιεῖ. ἧττον δὲ ἔχει δύναμιν καὶ τὰ ἄλλα τὰ ἀκρόδρυα. τὸ δὲ τῆς ὑγρότητος πλῆθος ἀπεψίαν ποιεῖ. τὸ μὲν οὖν ὕδωρ διὰ τὴν ψυχρότητα σβεννύει τὴν ζέσιν, ὁ δὲ οἶνος διὰ τὴν θερμότητα ὡς ἐπὶ τὸ πολύ· ὥσπερ γὰρ πῦρ
ἐνίοτε πυρός, ἐὰν ᾖ ἔλαττον, ἀφαιρεῖται τὴν ἰσχύν. μᾶλλον δὲ τῇ θερμότητι πεπτικός ἐστι τῆς ὑγρότητος, καὶ διὰ βάρος κατακρατεῖ τῶν τῆς ζέσεως ἐπιπολασμῶν.Διὰ τί τῶν ἰσχάδων γλυκύταται αἱ δίχα ἐσχισμέναι, οὔτε δὲ αἱ πολυσχιδεῖς οὔτε αἱ ἀσχιδεῖς; ἢ διότι ἐκ μὲν τῶν πολυσχιδῶν διαπέπνευκεν καὶ ἐξίκμακεν μετὰ τοῦ ὑγροῦ τὸ πλεῖστον τοῦ γλυκέος, ἐν δὲ ταῖς μεμυκυίαις πλεῖον τὸ ὑδατῶδές ἐστι διὰ τὸ μὴ ἠτμικέναι. αἱ δὲ ἐσχισμέναι μέν, μὴ εἰς πολλὰ δέ, ἀμφοτέρων τούτων ἐκτός εἰσι τῶν παθημάτων.
Διὰ τί ταῖς καμίνοις ψυχόμενα τὰ σῦκα σκληρότερα γίνεται, ἐὰν ψυχθῇ ἐν τῇ καμίνῳ, ἢ ἂν ἐξαιρεθέντα. ψυχθῇ; ἢ ὅτι ἐν μὲν τῇ καμίνῳ ἐξατμίζει πᾶν τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ, ἔξω δὲ περιεστηκὼς ὁ ἀὴρ ψύχων κωλύει τὸ ὑγρὸν ἐξιέναι καὶ συνίστασθαι; μᾶλλον γὰρ ἐξατμίζει. ἔστι δὲ τὰ μὲν ξηρὰ σκληρά, τὰ δὲ ὑγρὰ μαλακά.
Διὰ τί παρὰ τὰ στρυφνὰ ὁ οἶνος καὶ τὸ ὕδωρ φαίνεται γλυκύτερα, οἷον ἐάν τις βαλάνους ἢ μύρτα ἤ τι τῶν τοιούτων διατράγῃ; ἢ εἰκότως, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων; πᾶν γὰρ τὸ αὐτὸ παρὰ τὸ ἐναντίον μᾶλλον φαίνεται, οἱ δὲ τῶν ἐναντίων χυμοὶ ἀντικείμενοί πώς εἰσιν. ἢ ὅτι, καθάπερ ἐπὶ τῶν βαπτομένων, ὑπὸ τῶν στρυφνῶν ἡ γλῶττα προδιεργάζεται καὶ τοὺς πόρους ἀνοίγεται, ὥστε μᾶλλον διιέναι τὸ γλυκύ; καὶ γὰρ τὰ βαπτόμενα τούτου ἕνεκεν προβρέχουσιν ἐν τοῖς στρυφνοῖς, τῷ διεργασθὲν μᾶλλον δέχεσθαι τὴν βαφήν.
Διὰ τί τὰ γλυκέα ἧττον δοκεῖ γλυκέα εἶναι θερμὰ ὄντα ἢ ὅταν ψυχθῇ; πότερον ὅτι ἅμα δύο αἰσθήσεις γίνονται ἀμφοῖν, ὥστε ἡ τοῦ θερμοῦ ἐκκρούει τὴν ἑτέραν; ἢ ὅτι
καὶ τὸ γλεῦκος θερμόν· ὥσπερ οὖν πῦρ γίνεται ἐπὶ πῦρ. κωλύει οὖν ἡ θερμότης. ἢ ὅτι τὸ πῦρ ἀφαιρεῖται τὰς δυνάμεις ἁπάντων διὰ τὸ κινητικὸν εἶναι. ἐγγυτέρω οὖν τοῦ μεταβάλλειν ἐστὶ θερμὰ ὄντα, ἀποψυχθέντα δὲ ἕστηκεν.