Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ποτε τὰ ἄχυρα τὰ μὲν σκληρὰ πέττει, τὰ δὲ πεπεμμένα οὐ σήπει; ἢ ὅτι τὰ ἄχυρα θερμόν τε καὶ ὁλκόν ἐστιν; τῇ μὲν οὖν θερμότητι πέττει, τῷ δὲ ὁλκὸν εἶναι τὸν ἰχῶρα τὸν σηπόμενον δέχεται· διὸ οὐ σήπει.

Διὰ τί τὰ σῦκα μαλακὰ καὶ γλυκέα ὄντα λυμαίνεται τοὺς ὀδόντας; ἢ διὰ τὴν γλισχρότητα προσέρχεται τοῖς οὔλοις, καὶ παρεμπίπτει διὰ τῶν ὀδόντων εἰς τὰ διὰ μέσου διὰ τὸ μαλακὰ εἶναι, καὶ σῆψιν ποιεῖ ταχέως ἅτε θερμὰ ὄντα; τάχα δὲ ἴσως καὶ διὰ τὴν σκληρότητα τῶν κεγχρα· μίδων ἐν τῇ τούτων κατεργασίᾳ πονοῦσι ταχέως οἱ ὀδόντες.

Διὰ τί τὸ κῦμα οὐκ ἐπιγελᾷ ἐν τοῖς βαθέσι πελάγεσιν, ἀλλ’ ἐν τοῖς μικροῖς καὶ βραχέσιν; ἢ ὅτι τὸ μικρὸν ὑγρὸν φερόμενον μᾶλλον διαιρεῖται ὑπὸ τοῦ πνεύματος ἢ τὸ πολύ;

Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων; ἢ ὅτι πρὸς τῇ ἀρχῇ τοῦ πνεύματος ἡ θάλαττα ὠσθεῖσα πρώτη τὴν ἐχομένην ἀεὶ ταὐτὸν ποιεῖ; διόπερ οὔσης αὐτῆς συνεχοῦς καθάπερ μιᾷ πληγῇ συνεχεῖ πάσαις γίνεται. τὸ δὲ ἐν ἑνὶ χρόνῳ γίνεται, ὥστε συμβαίνει τήν τε πρώτην καὶ τὴν ἐσχάτην ἅμα κινεῖσθαι. ὁ δὲ ἀὴρ οὐ πάσχει τοῦτο, ὅτι οὔτε ἐστὶν ἓν σῶμα συνεχές, τῷ πολλὰς πάντοθεν ἀντικρούσεις λαμβάνειν, αἳ πολλάκις κωλύουσι τὴν πρώτην καὶ

νεανικωτάτην κίνησιν, τήν τε θάλασσαν οὐ ποιοῦσι τοῦτο διὰ τὸ βαρυτέραν καὶ δυσκινητοτέραν αὐτοῦ εἶναι.

Διὰ τί τὰ πλοῖα γέμειν δοκεῖ μᾶλλον ἐν τῷ λιμένι ἢ ἐν τῷ πελάγει, καὶ θεῖ δὲ θᾶττον ἐκ τοῦ πελάγους πρὸς τὴν γῆν ἢ ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος; ἢ ὅτι τὸ πλέον ὕδωρ ἀντερείδει μᾶλλον ἐκ τοῦ ὀλίγου, ἐν δὲ τῷ ὀλίγῳ δέδυκεν διὰ τὸ κρατεῖν αὐτοῦ μᾶλλον; ὠθεῖ γὰρ κάτωθεν τὸ ὕδωρ ἄνω. ἐν μὲν οὖν τῷ λιμένι ὀλίγη ἐστὶν ἡ θάλασσα, ἐν δὲ τῷ πελάγει βαθεῖα. ὥστε καὶ ἄγειν πλέον δόξει ἐν τῷ λιμένι καὶ κινήσεται χαλεπώτερον διὰ τὸ δεδυκέναι μᾶλλον καὶ ἧττον ἀντερείδειν τὸ ὕδωρ. ἐν τῷ πελάγει δὲ τἀναντία τούτων ἐστίν.

Διὰ τί, ὅταν τι ῥιφθῇ εἰς τὴν θάλατταν κυμαίνουσαν, οἷν ἡ ἄγκυρα, γαλήνη γίνεται; ἢ διότι ἵσταται ἡ θάλαττα τῷ φερομένῳ, μεθ’ οὗ ἀὴρ συγκαταφέρεται, ὃς ἐπ’ εὐθείας κάτω φερόμενος καὶ ἐνταῦθα ἐπισπασθεὶς συνεπισπᾶται τὸ ἐκ πλαγίου κινοῦν τὴν θάλατταν; ὁ δὲ κλύδων τῆς θαλάττης οὐκ ἄνωθεν κάτω γίνεται ἀλλ’ ἐπιπολῆς· οὗ λήξαντος γαλήνη γίνεται. ἔτι συνιοῦσα ἡ θάλασσα εἰς τὰ διαστάντα τῷ φερομένῳ δίνην ποιεῖ. ἡ δὲ δίνη κύκλῳ φέρεται. ἐπεὶ δὲ ἡ εὐθεῖα τοῦ κύκλου κατὰ σημεῖον ἅπτεται, τὰ δὲ κύματα ἐπ’ εὐθείας λοξῆς φέρεται, συμβαίνοι ἂν αὐτὰ τοῦ ἐξωτάτου τῆς δίνης κατὰ σημεῖον ἅπτεσθαι, διά τε τὰ εἰρημένα καὶ διὰ τὴν τῆς δίνης φοράν, ἢ προσιοῦσα ἀπωθεῖται αὐτά. ἀκύμου δὲ ὄντος τοῦ κατ’ αὐτὴν τόπου, γαλήνην ἐν τῇ ῥήξει αὐτῆς συμβαίνει γίνεσθαι, ὅτι συγκαταβὰς ὁ ἀὴρ τῷ ἐνεχθέντι κάτω, ἀναφερόμενος καὶ ὠθῶν ἄνω τὴν θάλατταν καθάπερ πομφολυγοῖ αὐτήν· ἡ γὰρ πομφόλυξ ὑγροῦ ὑπ’ ἀέρος κάτωθεν ἀνωθουμένου ἐστίν. πομφόλυξ δὲ πᾶσα λεία καὶ γαληνός ἐστιν. σημεῖα δὲ τῶν εἰρημένων

ἐστί· μετέωρος γὰρ ἡ κατὰ τὸ ἐνεχθὲν κάτω θάλαττα τῆς πέριξ γίνεται μικρὸν ὕστερον.