Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ἡ μὲν μᾶζα τριβομένη ἐλάττων γίνεται, τὸ δὲ σταῖς μεῖζον; ἢ ὅτι τὸ μὲν ἄλφιτον βρεχθὲν καὶ τριβόμενον συνίζει τῇ τοῦ ὑγροῦ κολλήσει διὰ τὸ ἀραιὸν εἶναι καὶ χονδρόν, τὸ δὲ ἄλευρον μετεωρίζεται διὰ τὸ πυκνὸν σφόδρα εἶναι; τὰ γὰρ πυκνὰ τριβόμενα θερμαίνεται, θερμαινόμενα δὲ καὶ πνευματούμενα μετεωρίζεται, καθάπερ καὶ ἡ σάρξ.

Διὰ τί δὲ πυρούμενον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ μᾶζα; ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι θερμαινόμενον διὰ τὴν τρῖψιν· ἐξ οὗ θερμαινομένου πνεῦμα γίνεται,

ἐκ δὲ τοῦ πλείονος ὑγροῦ ἀνάγκη γίνεσθαι πλεῖον πνεῦμα.

Διὰ τί τοῦ μέλιτος κολλητικωτέρου ὄντος ἢ τοῦ ὕδατος, τὸ τῷ μελικράτῳ φυραθὲν ἄλευρον ψαθυρώτερον γίνεται, ὅταν ἑψηθῇ ἢ ὀπτηθῇ, ἢ τὸ τῷ ὕδατι; ἢ διότι τὸ μὲν ὑπὸ τοῦ πυρὸς πήγνυται καὶ συνίσταται, [τὸ ὕδωρ], τὸ δὲ μέλι συνιστᾷ μέν, ἀλλ’ ἐπιξηραίνει διὸ μᾶλλον ψαθυρὸν ποιεῖ ἡ γὰρ ψαθυρότης ὑπὸ ξηρασίας γίνεται.

Διὰ τί οἱ δίπυροι ἄρτοι ψυχθέντες οὐ γίνονται σκληροί; ἢ ὅτι ἔχει τινὰ ἐν αὑτῷ ὁ πυρὸς γλυκὺν καὶ γλίσχρον χυμόν, ὅς ἐστιν αὐτοῦ καθάπερ ψυχή; σημεῖον δέ· ξηραινόμενος μὲν γὰρ ὅλως κενοῦται, νοτιῶν δὲ ἐκφύεται. τοῦ οὖν χυμοῦ τούτου ἐνυπάρχοντος καὶ ἐν τῷ ἀλεύρῳ καὶ μάλιστα τῷ καθαρωτάτῳ, σταιτὸς γενομένου τοῦ ἀλεύρου καὶ τριβομένου συμβαίνει αὐτό. σημεῖον δέ· ἑψόμενον γὰρ διαχωρητικώτερον γίνεται. ὀπτωμένου μὲν οὖν τὸ πρῶτον τοῦ ἄρτου, τὸ ψαθυρὸν καὶ ἐλαφρὸν τοῦ δὲ ὑγροῦ τοῦ ἐκ τοῦ ἄρτου ἀπατμίζει, καὶ τοῦ ἀλεύρου τὸ ἀχυρωδέστατον ἀποκαίεται. ἐξαιρεθέντος δὲ καὶ τριβομένου πάλιν τοῦ σταιτός, τό τε τοῦ ἀλεύρου λειότατον καὶ τοῦ ὑγροῦ γλισχρότατον λειπόμενα μίγνυται μᾶλλον ἑαυτοῖς, διά τε τὸ τοιαῦτα καὶ μᾶλλον γεγονέναι, καὶ διὰ τὴν πύρωσιν· βαφῇ γὰρ ἡ μῖξις αὐτῶν ὁμοία γίνεται, ὥστε γίνεσθαι τὸ ὕστερον τριφθὲν σταῖς ὅμοιον τῷ ἑψομένῳ ἀλεύρῳ. καὶ γὰρ ἐκεῖνο, τριφθέντος τοῦ σταιτὸς καὶ λειφθέντος τοῦ λεπτοτάτου ἀλεύρου καὶ τοῦ γλισχροτάτου ὑγροῦ, πυρωθὲν κολλῶδες γίνεται καὶ ἀνεξίκμαστον· τό τε γὰρ γλίσχρον δυσδιαίρετον, καὶ τὸ πυκνὸν οὐθὲν δι’ αὑτοῦ προΐεται. ὑγρότατον οὖν τοῦτο, καὶ

διὰ πυρὸς πάσχει ἄρτος διὰ τὰ εἰρημένα· ἔχων δὲ ἀεὶ ὑγρότητα οὐ γίνεται σκληρός.

Διὰ τί τῆς τροφῆς καὶ τῆς ξηρᾶς καὶ τῆς ὑγρᾶς ἐνίοις δυνάμεθα πολὺν χρόνον χρῆσθαι, οἷον τῇ γινομένῃ τροφῇ ἐξ ἀλφίτων καὶ ἀλεύρων καὶ τοῖς οἴνοις τοῖς αὐστηροῖς καὶ ὕδατι, τοῖς δὲ οὐ δυνάμεθα, καὶ ταῦτα ἡδίοσιν οὖσιν; ἢ ὅτι τὰ μέν ἐστι τῶν προσφερομένων ἐπιπολαστικὰ καὶ τρόφιμα, ὥστε καὶ ὅταν κενωθῶσιν, τῆς πρώτης τροφῆς ἀναλωθείσης ἔτι ἔνεστιν ἐν τῷ σώματι πολλὴ δύναμις, ὡς μὲν πρὸς τὴν πρώτην ἐργασίαν τοῦ σώματος πεφθεῖσα, ὡς δὲ πρὸς τὸ τέλος καὶ τὴν ἐκ διαδοχῆς γινομένην ἄπεπτος; τοιαῦτα δέ ἐστιν καὶ τῶν ἡδέων τὰ πλεῖστα. τὰ μὲν γὰρ λιπαρὰ καὶ γλυκέα καὶ πίονα ἥδιστα δοκεῖ εἶναι γευομένοις ἡμῖν, ταῦτα δέ ἐστι πάντα [τὰ] τρόφιμα καὶ οὐκ ἄπεπτα καὶ ἐπιπολαστικά, ἐν ᾗ ἂν ᾖ διαφορᾷ· ὥστε ἔναυλον εἶναι τὴν δύναμιν, ἐάν τις αὐτῶν πληρωθῇ καὶ μὴ ταχὺ ἐκλίπῃ τὴν αἴσθησιν. οὐ γὰρ μόνον ἐν τῇ κοιλίᾳ ἐνόντων γίνεται ἡ πλήρωσις, ἀλλὰ καὶ διαδοθείσης τῆς τροφῆς ἐν ἄλλοις μέρεσιν. ἢ οὐ μόνον τοῦτο αἴτιον, ἀλλὰ καὶ τὸ τῇ φύσει ἔνια σύμμετρα εἶναι καὶ οἰκεῖα ἡμῖν; πάντα γὰρ τὰ τοιαῦτα διὰ τὸ κατὰ φύσιν εἶναι μᾶλλον προσίεται τὰ σώματα, τὰ δὲ παρὰ φύσιν ἧττον. ἄλλα τε ἄλλῃ κράσει ἁρμόττει, οἷον τὸ μέλι ταῖς μελίτταις κατὰ φύσιν ἐστίν, ὥστε προσφέρεσθαι μόνον· καίτοι ἀσθενεῖς γέ εἰσι τὴν δύναμιν. ὥστε δεῖ λείπειν τὸ ἀναλισκόμενον, ἀλλ’ εἶναι ἀνάλογον τὸ πλῆθος πρὸς τὴν ἰσχὺν τὴν ἀπὸ τῶν ἀνθρώπων· ὥστε ὅσα τῶν ἡδέων τοιαῦτά ἐστι, διὰ μὲν τὸ ἐν τῇ φύσει ἧττον ὑπάρχειν ἡδέα φαίνεται, ὀλίγον δὲ χρόνον· εἶτα πληροῖ ταχύ. τῶν δὲ κατὰ φύσιν

ἀεὶ δέονται, ὥστε καὶ προσφερομένων συνεχῶς δι’ αὐτὰ οὐ τῶν ἡδίστων, ἀλλ’ ἑτέρων ἧττον πληροῦνται.

Διὰ τί τὰ αὐτὰ συνεθιζομένοις τε ἡδέα φαίνεται καὶ λίαν συνεχῶς προσφερομένοις οὐχ ἡδέα; τὸ δὲ ἔθος ἐστὶν τὸ πολλάκις καὶ συνεχῶς τι ποιεῖν. ἢ ὅτι τὸ μὲν ἔθος ἕξιν δεκτικήν τινος ἐν ἡμῖν ποιεῖ, οὐ πλήρωσιν, τὸ δὲ συνεχῶς προσφέρεσθαί τι πληροῖ τὴν ἐπιθυμίαν, καὶ καθάπερ αἴτιον; ἔστι γάρ τι καὶ ἡ ἐπιθυμία. αἱ μὲν οὖν ἕξεις γυμναζόμεναι αὔξονται καὶ ἐπιδιδόασιν· τὰ δὲ ἀγγεῖα σαττόμενα οὐδὲν μείζω γίνεται. διόπερ τὸ μὲν ἔθος ὂν γυμνάσιον αὔξει τὴν δεκτικὴν ἕξιν· τὸ δὲ συνεχῶς προσφερόμενον σάττει μὲν καὶ πληροῖ τὴν ἐπιθυμίαν, ἧς πληρωθείσης οὐκέτι προσιέμεθα, αὔξει δὲ οὐθὲν αὐτὴν διὰ τὰ προειρημένα ἐπὶ τῆς σάξεως. ἔτι τὸ ἔθος οὐ τῷ ἀεὶ ἡδύνειν ἡδύ ἐστι (λυπεῖ γὰρ καὶ τὰ τοιαῦτα ἐάν τις συνεχῶς ποιῇ), ἀλλὰ τῷ τὴν ἀρχὴν τοῦ ἔργου ἡδέως ἡμᾶς προσίεσθαι, καὶ πλείω χρόνον δύνασθαι ταὐτὸν ποιεῖν ἢ ἀσυνήθεις ὄντας. ἐν ᾧ οὖν καὶ τοῦτο λυπεῖ ἡδὺ ὄν, ἐν ταὐτῷ καὶ τὰ ἄλλα ἡδέα. συνεχῶς γὰρ γινόμενα ἢ προσφερόμενα ἀμφότερα λυπεῖ. αἴτιον δὲ τὸ μὴ ἀπείρους ἡμᾶς ἐν αὐτοῖς δυνάμεις ἔχειν τὰς δεκτικὰς καὶ ποιητικάς, ἀλλὰ πεπερασμένας, αἳ τυγχάνουσαι τοῦ συμμέτρου αὐταῖς (τοῦτο γὰρ συνεχῶς ἐστιν αἰσθητὸν εἰς ἐπίδοσιν) αἱ μὲν πληροῦνται, αἱ δὲ ἀδυνατοῦσιν ἐνεργεῖν.