Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τῶν μὲν ἀλεύρων τὰ πρῶτα, τῶν δὲ ἀλφίτων τὰ τελευταῖα λαμπρότερα; ἢ διότι τὸ μὲν καπυρὸν ὂν περιθραύεται, τὸ δὲ μαλακὸν ἐνθλίβεται; λαμπρότατον δὲ ἐν ἀμφοτέροις τὸ ἐντός.

Διὰ τί οἱ ἄρτοι λευκότεροι φαίνονται ψυχροὶ ὄντες ἢ θερμοί; ἢ διὰ τὴν αὐτὴν αἰτίαν τρόπον τινὰ καὶ τὸ ἔλαιον λευκότερον τοῦ προσφάτου τὸ παλαιόν; αἴτιον γὰρ τῆς μελανίας τὸ ὕδωρ, τοῦτο δὲ ἐν ἀμφοτέροις πλεῖον προσφάτοις οὖσιν· χρονιζομένοις δὲ διὰ τὸ ἐξατμίζειν λείπεται ἔλαττον τὸ ἐπιπολῆς. ἐξατμίζει δὲ τοῦ μὲν ἐλαίου ἢ ὁ χρόνος ἢ ὁ ἥλιος· ἐκ δὲ τῶν ἄρτων ψυχομένων τὸ θερμὸν ἐξιὸν ψυχρῶν μὲν ὄντων ἐξελήλυθεν, ἐν δὲ θερμοῖς οὖσιν ἔτι ἔνεστιν.

Διὰ τί οἱ ἄναλοι ἄρτοι πλείονα σταθμὸν ἔχουσιν τῶν ἡλισμένων, τῶν ἄλλων αὐτοῖς ἴσων ὑπαρχόντων; εἰκὸς δὲ ἦν τοὐναντίον· οἱ γὰρ ἅλες πρόσκεινταί τε καὶ βαρύτεροι τοῦ ὕδατός εἰσιν. ἢ ὅτι ξηραίνουσιν οἱ ἅλες; διὸ καὶ σώζεται ἄσηπτα τὰ ταριχευόμενα· ἀναλίσκεται γὰρ καὶ ἀναξηραίνεται τὸ ὑγρὸν ὑπ’ αὐτῶν, ὃ σήπεται ὑπὸ τοῦ θερμοῦ. καὶ ἐν τῷ ἄρτῳ οὖν ἀναλίσκεται τὸ ὑγρὸν ὑπὸ τοῦ ἁλός, καὶ ἀποπνεῖ ἔξω. διὸ καὶ οἱ ἕωλοι ἄρτοι κουφότεροί εἰσι τῶν θερμῶν, ψυχρότεροι ὄντες. ἐν δὲ τοῖς μὴ ἡλισμένοις τοῦτο τὸ ὑγρὸν πλεῖον ἐνυπάρχον ποιεῖ βαρυτέρους αὐτούς.

Διὰ τί οἱ μὲν ψυχροὶ ἄρτοι ἀναβρεχθέντες, εἰ ἅψονται ἀλλήλων, οὐ συνέχονται, οἱ δὲ θερμοί; ἢ ὅτι οἱ μὲν ψυχροὶ μετὰ τῆς ἀτμίδος ἀφιᾶσι τὸ ἐν αὑτοῖς γλίσχρον ὑγρόν, οὗ ἐξελθόντος οὐ κολλῶνται (τὸ γὰρ ὕδωρ ᾧ ἐβρέχθησαν ψαθυρώτερόν ἐστιν), οἱ δὲ θερμοὶ ἔχουσί τινα γλισχρότητα. ὅταν μὲν οὖν βεβρεγμένων αὐτῶν ἡ ἀτμὶς ἐξίῃ, τὸ μὲν θερμὸν διαπνεῖ διὰ λεπτότητα, τὸ δὲ κολλῶδες συνεξιὸν αὐτῷ καὶ μιγνύμενον τῷ ὑγρῷ προσέρχεσθαι ποιεῖ ἐν αὐτοῖς. μιγνύμενον τῷ ὐγρῷ προσέρχεσθαι ποιεῖ ἐν αὐτοῖς.

Διὰ τί τῶν ἀλεύρων τὰ ἄλφιτα λαμπρότατά ἐστιν, τῶν δὲ ἀλφίτων τὰ τελευταῖα; ἢ ὅτι τὸ μὲν ἄλφιτον καπυρὸν ὂν περιθραύεται, οἷον μάλιστα πάσχει πλεῖστον χρόνον κοπτόμενον, τὸ δὲ μαλακὸν καὶ λεπτὸν ἄλευρον, ὅ ἐστιν ἐντὸς τοῦ πυροῦ, ἐκθλίβεται πρῶτον. λαμπρότατον δέ ἐστιν ἐν ἀμφοτέροις τὸ ἐντός.

Διὰ τί ἡ μὲν μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, δυσδιαχωρητοτέρα γίνεται, ὁ δὲ ἄρτος εὐδιαχωρητότερος; ἢ διὰ τὸ τριφθῆναι σφόδρα τὸ σταῖς μικρότερον γίνεται; τὸ γὰρ γλίσχρον τοιοῦτόν ἐστιν, ὑπὸ δὲ τοῦ πυρὸς πάντοθεν ἐξῄρηται τὸ ὑγρὸν τοῦ ἄρτου, ὥστε ψαθυρώτερον γίνεται τοῦ ὑγροῦ ἐξαιρεθέντος ὅλως, ὅσῳ ἂν μᾶλλον τριφθῇ, διὰ τὸ ἐν τῇ τρίψει μικρομερέστερον γεγονέναι· τὸ δὲ ψαθυρὸν εὐπεπτότερόν ἐστιν. ἡ δὲ μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, γλισχροτέρα γίνεται τοῦ ὑγροῦ μεμιγμένου· τὸ δὲ γλίσχρον οὐκ εὐδιαίρετον. τὰ δὲ τοιαῦτα δύσπεπτά ἐστιν· δεῖ γὰρ τὸ πεφθησόμενον διαιρεθῆναι εἰς μικρά.