Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Πότερον αἱ ὀσμαὶ καπνὸς ἢ ἀὴρ ἢ ἀτμίς; διαφέρει γάρ, ᾗ τὸ μὲν ὑπὸ τοῦ πυρός, τὸ δὲ καὶ ἄνευ τούτου γίνεται. καὶ πότερον ἀπὸ τῆς αἰσθήσεως τι πρὸς ἐκεῖνα ἢ ἀπ’ ἐκείνων πρὸς τὴν αἴσθησιν ἀφικνεῖται, ἀεὶ κινοῦν τὸν πλησίον ἀέρα; καὶ εἰ ἀπ’ ἐκείνων ἀπορρεῖ, ἔδει ἔλαττον γίνεσσθαι· καίτοι τὰ εὐωδέστατα ὁρῶμεν μάλιστα διαμένοντα.

Διὰ τί δριμύτερον ὄζει μᾶλλον τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός; ἢ διότι ἀπεπτοτέρα ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων; πολὺ οὖν καὶ τοῦ γεώδους συναναθυμιᾶται καὶ γίνεται καπνός· τὸ δὲ πῦρ φθάνει ἐκκάον τὸ γεῶδες αὐτῶν, ὥστε ἡ ὀσμὴ καθαρωτέρα καὶ εἰλικρινὴς ἀφικνεῖται ἄνευ τοῦ καπνοῦ. διὸ καὶ τριβόμενα ἧττον εὐώδη τὰ ἄνθη· τὸ γὰρ γεῶδες καὶ ἡ τρῖψις κινεῖ, καὶ ἡ βραδεῖα θερμότης οὐ φθείρει.

Διὰ τί τὰ εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ λεπτά, τὰ δὲ τοιαῦτα οὐρητικά; ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι τηκτικά. θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀσμὴ διὰ θερμότητα γίνεται. ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν· δεῖ δὲ μὴ μόνον θερμὰ εἶναι, ἀλλὰ

καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.

Διὰ τί ποτε οἱ κεκραμένοι τῶν οἴνων θᾶττον τῶν ἀκράτων ὄζουσιν; ἢ ὅτι ὁ κεκραμένος ἀσθενέστερος τοῦ ἀκράτου ἐστίν; τὸ δὲ ἀσθενέστερον ὑπὸ πάντων ἐξίσταται τοῦ ἰσχυροτέρου. εἶτα ὁ κεκραμένος ἐστὶν εὐπετέστερος τοῦ ἀκράτου. εὐπετέστερον δέ ἐστιν ὑπάρξαι ᾡτινιοῦν, καὶ ἐκλαβεῖν τι τῶν μὴ ὑπαρχόντων. ὁ μὲν οὖν ἄκρατος ὀσμώδης ἐστίν, ὁ δὲ κεκραμένος ἄνοσμος.

Διὰ τί τὸ μὲν οὖρον, ὅσῳ ἂν χρονίζηται ἐν τῷ σώματι, δυσωδέστερον γίνεται, ἡ δὲ κόπρος ἧττον; ἢ ὅτι ἡ μὲν ξηραίνεται μᾶλλον χρονιζομένη (τὸ δὲ ξηρὸν ἀσηπτότερον), τὸ δὲ οὖρον παχύνεται, πρόσφατόν τε ὂν ὁμοιότερον τῷ ἐξ ἀρχῆς ἐστὶ πόματι.

Διὰ τί τὰ δυσώδη τοῖς ἐδηδοκόσιν οὐ δοκεῖ ὄζειν; ἢ διὰ τὸ συντετρῆσθαι τὴν ὄσφρησιν τῷ στόματι κατὰ τὸν οὐρανὸν πλήρης ἡ αἴσθησις γίνεται ταχύ, καὶ τῆς τε ἔσω οὐκέθ’ ὁμοίως αἰσθάνεται (τὸ γὰρ πρῶτον αἰσθάνονται πάντες, ὅταν δὲ ἅψωνται, οὐκέτι, ὥσπερ συμφυοῦς) καὶ ἡ ἔξωθεν ἡ ὁμοία ἀφανίζεται ὑπὸ τῆς ἔσω.

Διά τί τριβόμενα τὰ ἄνθη δυσωδέστερα; ἢ διότι συμμίγνυται τῇ ὀσμῇ τὸ γεῶδες τὸ ἐν τῷ ἄνθει.

Διὰ τί τῶν μὲν ζῴων οὐθὲν εὐῶδές ἐστιν ἔξω τῆς παρδάλιος (αὕτη δὲ καὶ αὐτοῖς τοῖς θηρίοις· φασὶ γὰρ αὐτῆς τὰ θηρία ἡδέως ὀσμᾶσθαι), φθειρόμενα δὲ καὶ δυσώδη ἐστίν, τῶν δὲ φυτῶν πολλὰ καὶ φθειρόμενα καὶ αὐαινόμενα ἔτι μᾶλλον εὐώδη γίνεται; πότερον ὅτι τῆς δυσωδίας αἴτιον

ἀπεψία τις περιττώματος; διὸ καὶ οἱ ἱδρῶτες ἐνίοις καὶ ἐνίοτε τοιοῦτοί εἰσιν, μάλιστα δὲ οἷς μὴ ἀεὶ τοιοῦ τοι ἐκτῶν νόσων γίνονται. καὶ αἱ φῦσαι δὲ καὶ οἱ ἐρυγμοὶ οἱ τῶν ἀπέπτων δυσώδεις εἰσί. τὸ αὐτὸ δὲ αἴτιον καὶ τοῦ ἐν ταῖς σαρξὶ καὶ τῷ ἀνάλογον· λέγω δὲ ἀνάλογον τὸ ἀντὶ σαρκὸς τοῖς ἄλλοις ἐνυπάρχον ζῴοις. ἔστι γὰρ καὶ ἐνταῦθα περίττωμα ἐνίοις ἄπεπτον· τοῦτο οὖν ζώντων τε αἴτιον τῆς δυσωδίας ἐστὶ καὶ φθειρομένων σηπόμενον. διὸ καὶ τὰ πίονα καὶ ὀστᾶ καὶ τρίχες οὐ δυσώδη ἐστίν, ὅτι τὰ μὲν πέττεται, τὰ δὲ οὐκ ἔχει ὑγρότητα. τοῖς δὲ φυτοῖς οὐκ ἔνι περίττωμα. ἢ ἔστι μέν τι καὶ τούτοις, ἀλλ’ ὅτι ξηρὰ καὶ θερμὰ τὰ φυτὰ τὴν φύσιν ἐστίν, ὥστε εὐπεπτοτέρα ἡ ἰκμὰς καὶ οὐ πηλώδης ἐστὶν αὐτῶν; δηλοῖ δὲ καὶ τῆς γῆς ἡ ἐν τοῖς θερμοῖς εὐώδης οὖσα, Συρία καὶ Ἀραβία, καὶ τὰ εὐώδη τἀκεῖθεν, ὅτι ξηρὰ καὶ θερμά ἐστιν· τὰ δὲ τοιαῦτα ἄσηπτα. τὰ δὲ ζῷα οὐ τοιαῦτά ἐστι καὶ θερμά, ὥστε αἵ τε περιττώσεις ἄπεπτοι καὶ δυσώδεις αὐτῶν εἰσίν καὶ διαφυσήσεις ὁμοίως· καὶ διαφθειρομένων σήπεται ἡ ὑγρότης, τῶν δὲ οὔ· οὐ γὰρ ἔχουσιν.

Διὰ τί τὰ δυσώδη θερμὰ ὄντα μᾶλλον δυσώδη ἐστὶν ἢ ἐψυγμένα; ἢ ὅτι ἐστὶν ἡ ὀσμὴ ἀτμὸς καὶ ἀπορροή τις; ὅ τ’ οὖν ἀτμὸς ὑπὸ θερμοῦ γίνεται, καὶ ἡ ἀπορροή· κίνησις γάρ τίς ἐστιν, τὸ δὲ θερμὸν κινητικόν· τὸ δὲ ψυχρὸν τοὐναντίον στατικὸν καὶ συσταλτικόν, καὶ φορὸν δὲ κάτω, τὸ δὲ θερμὸν καὶ αἱ ὀσμαὶ πᾶσαι ἀνωφερεῖς διὰ τὸ ἐν ἀέρι τε εἶναι καὶ τὸ αἰσθητήριον αὐτῶν ἄνω εἶναι, μὴ κάτω· πρὸς γὰρ ἐγκέφαλον περαίνουσα ἡ ὀσμὴ αἴσθησιν ποιεῖ.

Διὰ τί, ἐάν τις σκόροδα φάγῃ, τὸ οὖρον ὄζει, ἄλλων δὲ ἐχόντων ἰσχυρὰν ὀσμὴν οὐκ ὄζει ἐδεσθέντων; πότερον,

ὥσπερ τινὲς τῶν ἡρακλειτιζόντων φασίν, ὅτι ἀναθυμιᾶται, ὥσπερ ἐν τῷ ὅλῳ, καὶ ἐν τῷ σώματι, εἶτα πάλιν ψυχθὲν συνίσταται ἐκεῖ μὲν ὑγρόν, ἐνταῦθα δὲ οὖρον, ἡ ἐκ τῆς τροφῆς ἀναθυμίασις, ἐξ οὗ ἐγένετο αὕτη συμμιγνυμένη, ποιεῖ τὴν ὀσμήν; αὕτη γάρ ἐστιν, ὅταν μεταβάλλῃ. ἢ ἔδει καὶ τὰ ἄλλα τοῦτο ποιεῖν, ὅσα ἰσχυρὰς ὀσμὰς ἔχει· νῦν δὲ οὐ ποιεῖ. ἔτι συγκρινόμενα ἐκ τῆς ἀτμίδος οὐκ εἰς τὸ ἀρχαῖον ἔρχεται, οἷον οἶνος ἐξ οἴνου, ἀλλ’ οὐχ ὕδωρ, ὥστε καὶ τοῦτο ψεῦδος. ἀλλ’ ὅτι μόνον φυσητικὸν τῆς κάτω κοιλίας τῶν ὀσμὴν ἐχόντων ἰσχυρὰν ἅμα καὶ οὐρητικήν, τὰ δὲ ἄλλα ἄνω ποιεῖ, οἷον ἡ ῥάφανος, καὶ τὰ πνεύματα. ἢ οὐκ οὐρητικά. κάτω δὲ τρία ὑπάρχει ταῦτα· καὶ γὰρ οὐρητικόν, καὶ πνεῦμα ποιεῖ, καὶ τοῦτο κάτω. ὁ δὲ τόπος ὁ πέριξ τὰ αἰδοῖα καὶ τὴν κύστιν τῶν τοιούτων ἀπολαύει διὰ τὴν γειτνίασιν, καὶ ὅτι πνευματικός ἐστιν· δηλοῖ δὲ ἡ συντονία τοῦ αἰδοίου. δῆλον οὖν ὅτι ἀφικνεῖται τὸ περίττωμα εἰς τὴν κύστιν αὐτοῦ μάλιστα τῶν τοιούτων ἅμα τῷ πνεύματι, ὃ μιγνύμενον ποιεῖ τοῦ οὔρου τὴν ὀσμήν.

Διὰ τί τὰ στόματα μηδὲν ἐδηδοκότων, ἀλλὰ νηστευσάντων ὄζει μᾶλλον (ὃ καλεῖται νηστείας ὄζει), φαγόντων δὲ οὔ, ὅτε ἔδει μᾶλλον; ἢ ὅτι κενουμένης τῆς κοιλίας θερμότερος ὁ ἀὴρ γινόμενος διὰ τὴν ἀκινησίαν σήπει τὸ πνεῦμα καὶ τὰ φλεγματώδη περιττώματα; ὅτι δὲ θερμότερος γίνεται, σημεῖον ὅτι καὶ δίψαν ποιεῖ ἡ νηστεία μᾶλλον. φαγόντων δὲ διὰ τὸ ἐλάττων εἶναι ἡ ὀσμὴ τῆς τῶν σιτίων παύεται· κρατεῖ γὰρ τῆς θερμότητος ἡ τῶν σιτίων θερμότης, ὥστε μηθὲν πάσχειν.

Διὰ τί ἡ μασχάλη δυσωδέστατος τῶν τόπων; πότερον ὅτι ἀπνούστατός ἐστιν; ἔστι δὲ ἡ δυσωδία ἐν τοῖς τοιούτοις μάλιστα, διὰ τὸ σῆψιν γίνεσθαι ὑπὸ τῆς ἡσυχίας τῆς πιότητος· ἢ διότι ἀκίνητος καὶ ἀγύμναστος.

Διὰ τί οἱ τοῦ γράσου ὄζοντες, ὅταν ἀλείφωνται μύρῳ, δυσωδέστεροι γίνονται; ἢ διότι τοῦτο ἐπὶ πολλῶν γίνεται, οἷον ὀξὺ καὶ γλυκὺ συμμιχθὲν τὸ ὅλον γλυκύτερον ἐγένετο. εἶτα πάντες ἱδρώσαντες δυσωδέστεροί εἰσι, τὸ δὲ μύρον θερμαντικόν ἐστιν· ἱδρῶτας οὖν παρασκευάζει.

Διὰ τί τῶν ἐγκύρτων καὶ κυφοτέρων δυσοσμοτέρα καὶ βαρυτέρα ἡ ὀσμὴ τοῦ πνεύματος; ἢ διότι συγκέκλεισται ὁ τόπος ὁ περὶ τὸν πνεύμονα καὶ ἀνέσπασται ἐκ τῆς εὐθυωρίας, ὥστε οὐκ εὔπνους, ἀλλὰ σήπεται ἡ ἱκμὰς καὶ τὸ πνεῦμα μᾶλλον εἴσω ἐγκατακλειόμενον;

Διὰ τί τὰ πολλὰ τῶν μύρων συνεξιδρῶσαι δυσώδη, ἔνια δὲ ἡδίω ἢ οὐ χείρω; ἢ ὅσα μὲν τῇ κινήσει ἢ τρίψει μεταβάλλοντα, χείρω τοιαῦτα, ὅσα δὲ μή, τοὐναντίον; ἔστι δὲ ἔνια τοιαῦτα, ὥσπερ καὶ τῶν ἀνθῶν, ἐξ ὧν γίνονται αἱ εὐωδίαι, τὰ μὲν τριβόμενα ἢ θερμαινόμενα ἢ ξηραινόμενα φαῦλα, οἷον τὰ λευκόϊα, τὰ δὲ ὅμοια, οἷον τὰ ῥόδα. καὶ τῶν μύρων δὴ ὅσα ἐκ τοιούτων ἐστί, μεταβάλλει, τὰ δὲ οὔ· διὸ τὸ ῥόδινον ἥκιστα. καὶ δυσώδη δὲ φαίνεται μᾶλλον ὅσων οἱ ἱδρῶτες δυσώδεις, καὶ διὰ τὸ μίγνυσθαι τῷ ἐναντίῳ, ὥσπερ τὸ μέλι μετὰ τοῦ ἁλὸς οὐ μᾶλλον γλυκύ, ἀλλ’ ἧττον.

Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; ἢ διότι ἀναπίμπλησι τὸν ἀέρα; διαπέμπεται οὖν θᾶττον ἡ ὀσμὴ πρὸς τὴν αἴσθησιν.