Problemata
Aristotle
Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.
Διὰ τί τοῦ μὲν χειμῶνος ὀξύτερον φθέγγονται καὶ νήφοντες, θέρους δὲ καὶ μεθύοντες βαρύτερον; ἢ ὅτι ὀξυτέρα μέν ἐστιν ἡ ταχυτέρα, ταχυτέρα δέ ἐστιν ἡ ἀπὸ συντεταμένου φωνή; τῶν δὲ νηφόντων καὶ ἐν τῷ χειμῶνι τὰ σώμματα συνέστηκε μᾶλλον ἢ μεθυόντων καὶ ἐν τῷ θέρει. τὸ γὰρ θερμὸν καὶ αἱ ἀλέαι διαλύουσι τὰ σώματα.
Διὰ τί ἡ φωνὴ ὕστατον τελειοῦται τοῖς ἀνθρώποις τῶν φθεγγομένων; ἢ διότι πλείστας ἔχει διαφορὰς καὶ εἴδη; τὰ γὰρ ἄλλα ζῷα ἢ οὐθὲν γράμμα ἢ ὀλίγα διαλέγονται. τὸ δὲ ποικιλώτατον καὶ πλείστας ἔχον διαφορὰς ἀνάγκη ἐν πλείστῳ χρόνῳ ἀποτελεῖσθαι.
Διὰ τί ἡ μὲν ὄψις οὐ διέρχεται διὰ τῶν στερεῶν, ἡ δὲ φωνὴ διέρχεται; ἢ ὅτι τῆς μὲν ὄψεως μία φορὰ ἡ κατ’ εὐθεῖαν (σημεῖον δὲ αἵ τε τοῦ ἡλίου ἀκτῖνες, καὶ ὅτι ἐξ ἐναντίας μόνον ὁρῶμεν), τῆς δὲ φωνῆς πολλαί; ἀκούομεν γὰρ πανταχόθεν. ὅταν οὖν κωλυθῇ κατ’ εὐθεῖαν ἐκπίπτειν διὰ τὸ μὴ κατ’ ἀλλήλους εἶναι τοὺς πόρους, ἀδυνατεῖ διορᾶν. ὁ δὲ ἀὴρ καὶ ἡ φωνή, ἅτε πανταχοῦ φερομένη, διὰ παντὸς διαπίπτει καὶ ἀκούεται. ἐν δὲ τοῖς ὑγροῖς αἱ μὲν ὄψεις διορῶσιν, αἱ δὲ φωναὶ οὐκ ἀκούονται ἢ μόλις, λεπτοτέρου ὄντος τοῦ ὑγροῦ ἢ τῆς γῆς, ὅτι οἱ πόροι μικροὶ καὶ πυκνοὶ καὶ κατ’ ἀλλήλους, ὥστε οὐ κωλύεται ἡ ὄψις εὐθυπορεῖν. διὰ τοῦτο καὶ διὰ μὲν τῆς ὑέλου διορᾶται πυκνῆς
οὔσης, διὰ δὲ τοῦ νάρθηκος ἀραιοῦ ὄντος οὐ διορᾶται. ἔτι τῆς μὲν οἱ πόροι κατάλληλοι, τοῦ δὲ παραλλάττοντες· οὐθὲν δ′ ὄφελος εἶναι μεγάλους, ἐὰν μὴ κατ’ εὐθεῖαν ὦσιν. ἡ δὲ φωνὴ οὐκ ἀκούεται, ὅτι ἐλάττω τὰ διάκενα τὰ ἐν τῷ ὕδατι τοῦ ἀέρος, ὥστε οὐ δύναται δέχεσθαι, οὐδὲ διιέναι τὴν φωνήν ἀλλ’ ἢ μόλις [ἢ μετὰ φωνῆς]. ἡ γὰρ φωνὴ ἀήρ τις. οὐ γὰρ ἅπαν τὸ μανότερον διιτικώτερον, ἂν μὴ καὶ οἱ πόροι ὦσιν ἁρμόττοντες τῷ διιόντι, ὥστ’ οὐδὲ συνιτικώτερον εἰς αὑτό, ἂν μὴ δεκτικοὶ ὦσιν οἱ πόροι τῶν σωμάτων. καίτοι τὸ μανὸν μαλακὸν καὶ δυνάμενον εἰς αὑτὸ συνιέναι. ἀλλ’ ἔνια κωλύεται διὰ τὴν μικρότητα τῶν πόρων, οἷον ἡ ὕελος· ταύτης γὰρ οὐ συνάγονται, μανοτέρας οὔσης τοῦ νάρθηκος, διὰ τὴν εἰρημένην αἰτίαν. ὁμοίως δὲ καὶ τὸ ὕδωρ καὶ εἴ τι ἄλλο τοιοῦτον· ὥστε καὶ τόδε φανερόν, διότι τοῦ μανοῦ καὶ μαλακοῦ ἢ ταὐτοῦ ὄντος ἢ παραπλησίου τὴν φύσιν, οὐ τὸ μανότερον μᾶλλον συνάγεται εἰς αὑτό· ἡ γὰρ αὐτὴ αἰτία πάντων.Διὰ τί γίνεται ἐλάττων μὲν ἡ φωνὴ ἐξαιρουμένων, ὁμοία δὲ τὸν χαρακτῆρα; ἢ ὅτι ἐμέμικτο αὐτοῖς; τὸ δὲ μεμιγμένον οὐ τῇ μέν ἐστι τῇ δὲ οὔ, ἀλλὰ πάντη. ὁμοίως οὖν πανταχόθεν ἐξαιρουμένων συνέρχεται ὁμοίως, ὥστ’ ἔλαττόν τε ἀνάγκη καὶ ὅμοιον εἶναι.
Διὰ τί ἰσχνόφωνοι γίνονται; πότερον διὰ θερμότητα
προπετέστεροί εἰσιν, ὥστε προσπταίοντες ἐπίσχουσιν, ὥσπερ οἱ ὀργιζόμενοι; καὶ γὰρ οὗτοι πλήρεις ἄσθματος γίνονται. πολὺ μὲν οὖν τὸ πνεῦμα συμβαίνει. 〈ἢ〉 διὰ τὴν ζέσιν τοῦ θερμοῦ ἀσθμαίνουσιν, διὰ τὸ πολὺ εἶναι καὶ μὴ φθάνειν ὑπεξιὸν τῷ τῆς ἀναπνοῆς καιρῷ; ἢ μᾶλλον τοὐναντίον κατάψυξις ἢ θερμότης τοῦ τόπου ᾧ φθέγγονται, ὥσπερ ἀποπληξία τοῦ μέρους τούτου; διὸ καὶ θερμαινόμενοι ὑπὸ οἴνου καὶ τοῦ λέγειν συνεχῶς ῥᾷον συνείρουσι τὸν λόγον.Διὰ τί τοῦ χειμῶνος αἱ φωναὶ βαρύτεραι; ἢ ὅτι παχύτερος ὁ ἀήρ, παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις, ὥσθ’ ἡ φωνὴ βαρυτέρα. ἢ διότι διὰ τῶν στενῶν βραδύτερον χωρεῖ ὁ ἀήρ, συμφράττεται δὲ τὸ περὶ τὸν φάρυγγα ὑπό τε τοῦ ψυχροῦ καὶ τοῦ ἐπιρρέοντος φλέγματος.
Διὰ τί τὰ παιδία καὶ αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι καὶ οἱ γέροντες φθέγγονται ὀξύ; ἢ ὅτι θάττων κίνησίς ἐστιν ἡ ὀξυτέρα; ἔστι δὲ τὸ αὐτὸ πλείονος δυσκινητότερον, ὥστε οἱ ἐν ἀκμῇ πλείω συνεπισπῶνται τὸν ἀέρα· οὗτος οὖν βραδύτερον ἰὼν βαρυτέραν παρασκευάζει τὴν φωνήν. ἐν δὲ τοῖς παιδίοις καὶ εὐνούχοις διὰ τὸ ἐλάττω ἔχειν ἐναντίως. τρέμειν δὲ τοὺς πρεσβύτας οὐ δυναμένους κρατεῖν, ὥσπερ τοῖς ἀδυνάτοις καὶ παιδίοις, ὅταν μακρὸν ξύλον λάβωσιν ἀπ’ ἄκρου, τὸ ἕτερον ἄκρον σείεται διὰ τὸ μὴ κρατεῖν. (διὰ τοῦτο καὶ οἱ πρεσβῦται τρέμουσιν διὰ τὸ μηκέτι κρατεῖν). τὸ αὐτὸ δὲ ὑποληπτέον
καὶ ἐπὶ τῶν ἀγωνιώντων καὶ φοβουμένων καὶ ῥιγώντων αἴτιον τοῦ τρόμου τῆς φωνῆς. τοῦ γὰρ ἔχοντος τὴν φωνὴν τοιαύτην, τῶν τοιούτων παθῶν εἴσω περιεστηκότος τοῦ πλείστου, λοιπὸν ὀλίγον ὂν οὐ δύναται κρατεῖν τῆς φωνῆς· διὸ καὶ σείεται καὶ τρέμει. διὸ καὶ οἱ τεχνικοὶ τῶν συνειδότων ὅτι ἀγωνιῶσι μικρὸν διαλέγονται ἀπ’ ἀρχῆς, καὶ ἄχρι οὗ ἂν καταστῶσιν· μικρᾶς γὰρ οὔσης τῆς φωνῆς ῥᾷον κρατοῦσιν.Διὰ τί τῶν θυμιαμάτων ἧττον αἰσθάνονται πλησίον ὄντες; πότερον ὅτι ἀκρατεστέρα κερασθεῖσα ἡ ἀπόρροια τῷ ἀέρι ἡδίων, ὥσπερ ἡ σμύρνη τῶν ἰατρῶν; ἢ καὶ τοὐναντίον εἴη ἄν, ὥστε ἀφαιρεῖσθαι τὸ πῦρ τὴν ὀσμὴν διὰ τὸ καίειν; ἡ γὰρ ὀσμὴ θυμιωμένων. διὸ καὶ ἐπὶ τῶν ἀνθράκων οὐκ ὄζει, πορρώτερον δὲ καθαρώτερον φαίνεται καὶ λεπτότατον τοῦτο.
Διὰ τί αἱ ὀσμαὶ ἧττον εὐώδεις τῶν θυμιαμάτων καὶ τῶν ἀνθῶν ἐκ τοῦ ἐγγύς; πότερον ὅτι συναπέρχεται τῇ ὀσμῇ καὶ γῆς μόρια, ἅ προκαταφέρεται διὰ βάρος, ὥστε καθαρὰ πορρώτερον γένεται ἡ ὀσμή; ἢ οὔτε ἐγγὺς οὔσης τῆς ἀρχῆς πλεῖστον γίνεται τὸ ῥέον, οὔτε λίαν πόρρω; τὸ μὲν γὰρ οὔπω πολύ, τὸ δὲ διασπᾶται.
Λέγεται γὰρ ὡς εὐώδη γίνεται τὰ δένδρα εἰς ἅπερ ἂν ἡ ἶρις κατασκήψῃ. πότερον οὖν ἀληθές ἐστιν ἢ ψεῦδος; καὶ εἰ ἀληθές, διὰ τίν’ αἰτίαν εἴη τὸ συμβαῖνον; ὅτι μὲν
οὖν οὔτε πάντα οὔτε ἀεί, δῆλον· πολλάκις γὰρ ἡ ἶρις μὲν γέγονε, τὰ δὲ δένδρα οὐθὲν ἐπίδηλα φαίνεται. ὅταν τε γέννηται τοῦτο, οὐκ ἐν πάσῃ γίνεται ὕλῃ, ἐπεὶ συμβαίνει γέ ποτε· διὸ καὶ λέγεται. τὸ δ’ αἴτιον κατὰ συμβεβηκὸς τῇ ἴριδι ἀποδοτέον, ἄλλως τε καὶ εἰ μή ἐστί τις φύσις ἡ ἶρις. ἀλλὰ τῆς ὄψεως πάθος ἀνακλωμένης. γίνεται δέ, ὥσπερ ἐλέχθη, οὐχ ὁπωσοῦν ἐχούσης τῆς ὕλης τὸ πάθος· οὔτε γὰρ ἐν τοῖς χλωροῖς δένδροις οὔτε ἐν τοῖς αὔοις, ἀλλ’ ἐν τῇ ἐμπεπρησμένῃ ὕλῃ φασὶν οἱ νομεῖς μετὰ τὰ ἐπὶ τῇ ἴριδι ὕδατα γίνεσθαι ἐπίδηλον τὴν εὐωδίαν, καὶ μάλιστα οὗ ἂν ἀσπάλαθος ᾖ καὶ ῥάμνος καὶ ὧν τὰ ἄνθη εὐώδη ἐστίν. αἴτιον δὲ τῆς εὐωδίας ἐστίν, ὅπερ καὶ ἐπὶ τῆς γῆς· διαθέρμου γὰρ καὶ διακεκαυμένης οὔσης, ὅ ἂν ἐκφύσῃ, τὸ πρῶτον εὐῶδες ὄζει. τὰ γὰρ πυρούμενά πως τῶν ὑγρότητα ἐχόντων ὀλίγην εὐώδη γίνεται· πέττει γὰρ τὸ θερμὸν ταύτην. διὸ καὶ τῆς ὅλης γῆς τὰ πρὸς τὸν ἥλιον εὐωδέστερα τῶν πρὸς ἄρκτον ἐστίν. τούτων δὲ τὰ πρὸς ἕω τῶν πρὸς μεσημβρίαν, ὅτι γεώδης μᾶλλον ὁ τόπος ὁ περὶ τὴν Συρίαν καὶ Ἀραβίαν ἐστίν, ἡ δὲ Λιβύη ἀμμώδης καὶ ἄνικμος. δεῖ γὰρ μήτε πολλὴν εἶναι τὴν ἰκμάδα, ἄπεπτος γάρ ἐστιν ἡ πολλή, μήτε ἄνικμον, οὐ γὰρ γίνεται ἀτμίς. ὃ συμβαίνει καὶ περὶ τὴν νεόκαυτον ὕλην καὶ τὸ γένος τοιαύτην ὥστε ἔχειν εὐωδίαν σὺν αὑτῇ. δηλοῖ δὲ τοῖς ἄνθεσιν· ἀφίησι γὰρ ἐν τούτοις τὴν ὀσμήν. δοκεῖ δὲ ἐν οἷς ἂν ἐνσκήψῃ ἡ ἶρις γίνεσθαι, ὅτι οὐδὲν ἄνευ ὕδατος οἷόν τε γίνεσθαι· βραχεῖσά τε γὰρ ἡ ὕλη καὶ τῷ ἐνόντι θερμῷ πέψασα τὴν ἐν αὐτῇ γινομένην ἀτμίδα ἀφίησιν. οὔτε πολὺ τὸ ὕδωρ δεῖ εἶναι· ἐκκλύζει γὰρ τὸ πολὺ λίαν, καὶ σβέννυσιν τὴν θερμότητα τὴν ἐνυπάρχουσαν ἀπὸ τῆς πυρώσεως, τὰ δὲ μετὰ τὴν ἶριν ὕδατα οὐ πολλὰ γίνεται, ἀλλὰ μέτρια ὡς εἰπεῖν. καὶ ἐὰν πολλαὶ γίνωνται ἴριδες, οὐ πολὺ γίνεται, ἀλλὰ πολλάκις μέν, ὀλίγον δέ. διὸ εἰκότως τούτου γινομένου, οὐθὲν ἄλλο ὁρῶντες διάφορον πλὴν τὴν ἶριν, ταύτῃ τὴν αἰτίαν προσέθεσαν τῆς εὐωδίας.Διὰ τί τὰ ἄνθη καὶ τὰ θυμιώμενα πόρρωθεν μᾶλλον ἥδιον ὄζει, ἐγγύθεν δὲ τὰ μὲν ποωδέστερον, τὰ δὲ καπνωδέστερον; ἢ ὅτι ἡ ὀσμὴ θερμότης τίς ἐστιν καὶ τὰ εὐώδη θερμά, τὸ δὲ θερμὸν κοῦφον, ὥστε διὰ μὲν τοῦτο πορρωτέρω διιόντων ἀμιγεστέρα γίνεται ἡ ὀσμὴ τῶν συμπαρεπομένων ὀσμῶν ἀπὸ τῶν φύλλων καὶ τοῦ καπνοῦ, ὄντος ὑδατώδους ἀτμοῦ, πλησίον δὲ ὄντων τὰ μεμιγμένα αὐτοῖς συνόζει ἐν οἷς ἐστίν.
Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; ἢ ὅτι ἀναπίμπλησι πλείω ἀέρα ἢ ἡσυχάζοντα; διαπέμπεται οὖν ἡ ὀσμὴ θᾶττον οὕτω πρὸς τὴν αἴσθησιν ἡμῶν.
Διὰ τί τοῦ χειμῶνος ἧττον ὀσφραινόμεθα, καὶ ἐν τοῖς πάγεσιν ἥκιστα; ἢ ὅτι ὁ ἀὴρ ἀκινητότερός ἐστιν ἐν τῷ ψύχει; οὔκουν ἀφικνεῖται ὁμοίως ἡ κίνησις ἡ ἀπὸ τοῦ σώματος τοῦ τὴν ὀσμὴν ἔχοντος διὰ τὴν δυσκινησίαν τῆς ἀπορροῆς καὶ τοῦ ἀέρος ἐν ᾧ ἐστίν.
Διὰ τί δριμύτερον ὄζει τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός, καὶ μᾶλλον καὶ πλείω χρόνον τὴν αὑτῶν ὀσμὴν ἔχει ἐπὶ τῆς τέφρας θυμιώμενα; ἢ ὅτι ἀπεπτοτέρα ἐστὶν ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων. τὸ δὲ πῦρ ταχὺ πέττον αὐτῶν τὴν δύναμιν ἀλλοιοῖ τὴν ὀσμήν· ἡ γὰρ πέψις ἀλλοίωσίς ἐστιν τοῦ πεττομένου.
Διὰ τί ἥδιον ὄζει τῶν ῥόδων ὧν ὁ ὀμφαλὸς τραχύς
ἐστιν ἢ ὧν λεῖος; ἢ ὅτι μᾶλλον ὄζει ἡδὺ ὅσα τὴν φύσιν ἀπείληφε τὴν αὑτῶν; ἀκανθῶδες φύσει δὲ τὸ ῥόδον ἐστίν. διὸ μᾶλλον ἔχον τὰ κατὰ φύσιν ὄζει ἥδιον.Διὰ τί αἱ ὀδμαὶ ἐγγύθεν ἧττον εὐώδεις καὶ θυμιαμάτων καὶ ἀνθῶν; ἢ ὅτι πλησίον μὲν συναποφέρεται τὸ γεῶδες, ὥστε κεραννύμενον ἀσθενεστέραν ποιεῖ τὴν δύναμιν, εἰς δὲ τὸ πόρρω καταφέρεται ἡ ὀσμή. διὰ ταῦτα δὲ καὶ τριφθέντα τὰ ἄνθη ἀπολλύουσι τὴν ὀσμήν.