De partibus animalium
Aristotle
Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.
4 καὶ ἄσχιστον δὲ τούτων ἐστὶ τὸ πτερὸν καὶ ἄκαυλον· οὐ γάρ ἐστι πτερὸν ἀλλʼ ὑμὴν δερματικός, ὃς διὰ ξηρότητα ἐξ ἀνάγκης ἀφίσταται τοῦ σώματος αὐτῶν ψυχομένου τοῦ σαρκώδους.
5 ἔντομα δʼ ἐστὶ διά τε τὰς εἰρημένας αἰτίας, καὶ ὅπως σώζηται διʼ ἀπάθειαν συγκαμπτόμενα· συνελίττεται γὰρ τὰ μῆκος ἔχοντʼ αὐτῶν, τοῦτο δʼ οὐκ ἅν ἐγίνετʼ αὐτοῖς μὴ οὖσιν ἐντόμοις. τὰ δὲ μὴ ἑλικτὰ αὐτῶν σκληρύνεται μᾶλλον συνιόντα εἰς τὰς τομάς.
6 δῆλον δὲ τοῦτο γίνεται θιιγγανόντων, οἷον ἐπὶ τῶν καλουμένων κθάρων·αν φοβηθέντα γὰρ ἀκινητίζει, καὶ τὸ σῶμα γίνεται σκληρὸν αὐτῶν. ἀναγκαῖον δʼ ἐντόμοις αὐτοῖς εἶναι· τοῦτο γὰρ ἐν τῇ οὐσίῳ αὐτῶν ὑπάρχει τὸ πολλὰς ἔχειν ἀρχάς, καὶ ταύτῃ προσέοικε τοῖς φυτοῖς.
ἔχει δʼ ἔνια τῶν ἐντόμων καὶ κέντρα 7 πρὸς βοήθειαν τῶν βλαπτόντων. τὸ μὲν οὖν κέντρον τοῖς μὲν ἔμπροσθέν ἐστι τοῖς δʼ ὄπισθεν, τοῖς μὲν ἔμπροσθεν κατὰ τὴν γλῶτταν, τοῖς δʼ ὄπισθεν κατὰ τὸ οὐραῖον. ὥσπερ γὰρ τοῖς ἐλέφασι τὸ τῶν ὀσμῶν αἰσθητήριον γεγένηται χρήσιμον πρός τε τὴν [*](683,a) ἀλκὴν καὶ τὴν τῆς τροφῆς χρῆσιν, οὕτως τῶν ἐντόμων ἐνίοις τὸ κατὰ τὴν γλῶτταν τεταγμένον· αἰσθάνονταί τε γὰρ τούτῳ τῆς τροφῆς καὶ ἀναλαμβάνουσι καὶ προσάγονται αὐτήν.