De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

Ἐπεὶ δὲ περὶ τῶν ἐντὸς ὑπαρχόντων μορίων 46 τοῖς ζῴοις εἴρηται, πάλιν περὶ τῶν λοιπῶν τῶν ἐκτὸς ἐπανιτέον. ἀρκτέον δʼ ἀπὸ τῶν νῦν εἰρημένων, ἀλλʼ οὐκ ἀφʼ ᾧν ἀπελίπομεν, ὅπως ἀπὸ τούτων διατριβὴν ἐλάττω ἐχόντων ἐπὶ τῶν τελείων καὶ ἐναίμων ζῴων ὁ λόγος σχολάζῃ μᾶλλον.

Τὰ μὲν οὖν ἔντομα τῶν ζῴων οὐ πολυμερῆ μὲν 6 τὸν ἀριθμόν ἐστιν, ὅμως δʼ ἔχει πρὸς ἄλληλα διαφοραές. πολύποδα μὲν γάρ ἐστι πάντα διὰ τὸ πρὸς [*](b) τὴν βραδυτῆτα καὶ κατάψυξιν τῆς φύσεως τὴν πο

112
λυποδίαν ἀνυτικωτέραν αὐτοῖς ποιεῖν τὴν κίνησιν· καὶ μάλιστα πολύποδα τὰ μάλιστα κατεψυγμένα διὰ τὸ μῆκος οἷον τὸ τῶν ἰούλων γένος.

2 ἔτι δὲ διὰ τὸ ἀρχὰς ἔχειν πλείονας αἵ τʼ ἐντομαί εἰσι καὶ πολύποδα κατὰ ταῦτʼ ἐστίν. ὅσα δʼ ἐλάττονας ἔχει πόδας, πτηνὰ ταῦτʼ ἐστὶ πρὸς τὴν ἔλλειψιν τὴν τῶν ποδῶν.

3 αὐτῶν δὲ τῶν πτηνῶν ὧν μέν ἐστιν ὁ βίος νομαδικὸς καὶ διὰ τὴν τροφὴν ἀναγκαῖον ἐκτοπίζειν, τετράπτερά τέ ἐστι καὶ τὸν τοῦ σώματος ἔχει κοῦφον ὄγκον, οἷον αἵ τε μέλιτται καὶ τὰ σύμφυλα ζῷα ταύταις· δύο γὰρ ἐφʼ ἑκάτερα πτερὰ τοῦ σώματος ἔχουσιν. ὅσα δὲ μικρὰ τῶν τοιούτων, δίπτερα, καθάπερ τὸ τῶν μυιῶν γένος. τὰ δὲ βραχέα καὶ τοῖς βίοις ἑδραῖα πολύπτερα μὲν ὁμοίως ταῖς μελίτταις ἐστίν, ἔχει δʼ ἔλυτρα τοῖς πτεροῖς, οἷον αἵ τε μηλολόνθαι καὶ τὰ τοιαύτα τῶν ἐντόμων, ὅπως σώζῃ τὴν τῶν πτερῶν δύναμιν· ἑδραίων γὰρ ὄντων εὐδιάφθορα μᾶλλόν ἐστι τῶν εὐκινήτων, διόπερ ἔχει φραγμὸν πρὸ αὐτῶν.