Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς:
  2. ὕπνῳ πεσοῦσαι[*](πεσοῦσαι] fortasse παρεῖνται Wecklein) δ᾽ αἱ κατάπτυστοι κόραι,
  3. γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται
  4. θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε:
  5. κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν
  6. σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,