Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
  2. ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος
  3. καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
Ἀπολλων
  1. οὔτοι προδώσω: διὰ τέλους δέ σοι φύλαξ
  2. ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν
  3. ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.