Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὔ φημ᾽ Ὀρέστην σ᾽[*](σ᾽ Robortello: γ᾽ M) ἐνδίκως ἀνδρηλατεῖν.
  2. τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην,
  3. τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
  4. δίκας δὲ Παλλὰς[*](δὲ Παλλὰς Sophianus: δ᾽ ἐπάλλας M) τῶνδ᾽ ἐποπτεύσει θεά.
Χορός
  1. τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω[*](λίπω Porson: λείπω codd.) ποτέ.
Ἀπόλλων
  1. σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέω[*](πλέω Auratus: πλέον codd.) τίθου.