Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ,
- ὅθεν βροτοῖσι γίγνεται[*](γίνεται codd.) τὰ φίλτατα.
- εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος[*](μόρσιμος Fa: μόρσιμοι M)
- ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
- εἰ[*](εἰ Canter: ἦ M) τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
- τὸ μὴ τίνεσθαι[*](τίνεσθαι Meineke: γενέσθαι codd.) μηδ᾽ ἐποπτεύειν κότῳ,