Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
  2. μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
  3. χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
  4. ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽[*](μέλαν᾽] μέλαν M) ἀπ᾽ ἀνθρώπων[*](ἀνθρώπων] ἀνων (signo contractionis supra scr.) M) ἀφρόν,
  5. ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
  6. οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει:
  7. ἀλλ᾽ οὗ[*](οὗ Turnebus: οὐ M) καρανιστῆρες[*](καρανιστῆρες Stanley: καρανηστῆρες M ὀφθαλμω...ρύχοι (rasura inter ω et ρ) M) ὀφθαλμωρύχοι
  8. δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθοραὶ
  9. παίδων †κακοῦται[*](κακοῦται corruptum) χλοῦνις, ἠδ᾽ ἀκρωνία,[*](fort. τε κουρὰ Hartung)
  10. λευσμός[*](λευσμός Casaubon: λευσμόν codd.) τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
  11. ὑπὸ ῥάχιν[*](ὑπὸ ῥάχιν Aldina: ὑπορράχιν (ὸ mutatum in ο) M) παγέντες. ἆρ᾽ ἀκούετε
  12. οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς
  13. στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος