Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
- ἄγει γυνή τις σωφρόνως ἡγουμένη.
- Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα
- λέγει[*](λέγει recc.: λέξει M) “κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν
- ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.”
- τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.
- σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ: