Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλατῶν[*](ἀνδρηλατῶν Blomfield: ἀνδρηλάτην codd.)
  2. φυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον.
  3. τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
  4. καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
  5. τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
  6. ἔχει δὲ καινοπηγὲς εὔκυκλον[*](εὔκυκλον M: εὔθετον schol. (in M)) σάκος
  7. διπλοῦν τε σῆμα προσμεμηχανημένον.