Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
- ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
- ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
- ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
- ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
- ταὐτοῦ κυρήσας ἐκδίκοις[*](ἐκδίκοις Prien: ἐκδίκως codd.) ἀγρεύματος,
- πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη.[*](ʼδ̓άμη G: δάμη M et cett.)