Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
  2. πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.
Ετεοκλης
  1. φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς[*](βροτοῖς m1 et recc.: βροτοὺς M)
  2. δίκαιον ἄνδρα τοῖσι δυσσεβεστάτοις.[*](δυσσεβεστάτοις recc.: δυσεβεστέροις M, ς suprascr. m)
  3. ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς
  4. κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος:
  5. ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.