Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.[*](μαντεύεται M, ς add. m)
  2. ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
  3. τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
  4. μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
  5. τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.
  6. αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
  7. σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,