Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.
- καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος
- ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
- τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία[*](ἡ ἄνοιά (accent. mutat. ἀνοία m) M) τινί.
- εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,
- τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε
- γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,