Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;
- ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
- αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
- λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.
- σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
- σιγῶ: σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
- τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.