Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.
- οὐκ ἐς φθόρον[*](φθόρον m1: φόνον M) σιγῶσ᾽ ἀνασχήσει τάδε;
- θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
- αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ[*](καὶ σὲ Wunderlich: κἀμὲ M: κἀμὲ καὶ σὲ πόλιν recc. duo) πᾶσαν πόλιν.
- ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
- ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
- μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.