Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὔκουν[*](οὔκουν M: οὐκοῦν m1, recc.) τάδ᾽ ἔσται πρὸς θεῶν;
Ετεοκλης- ἀλλ᾽ οὖν θεοὺς
- τοὺς τῆς ἁλούσης πόλεος[*](πόλεος recc. pauci: πόλεως codd. cett.) ἐκλείπειν λόγος.[*](tres vv. ita distribuit m1, recc.: Eteocli continuat M)
Χορος- μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι[*](λείποι M) θεῶν
- ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽
- ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽
- ἁπτόμενον πυρὶ δαΐῳ.[*](fortasse δαϊῳ <πᾶν> Enger)