Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. νεὼς καμούσης ποντίῳ πρὸς[*](πρὸς recc.: ἐν (in rasura) M) κύματι;
Χορος
  1. ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
  2. χαῖα βρέτη, θεοῖσι πίσυνος,[*](θεοῖσι πίσυνος Seidler: πίσυνος θεοῖς codd.) νιφάδος
  3. ὅτ᾽ ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις:
  4. δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
  5. ἵν᾽ ὑπερέχοιεν ἀλκάν.
Ετεοκλης
  1. πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.