Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
- μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.
- πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
- καὶ νῦν φλογωπὸν πῦρ[*](πῦρ] σπέρμ᾽ Weil) ἔχουσ᾽ ἐφήμεροι;
- ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
- τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν
- αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
- οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;[*](Πρ. Χο. add. Welcker: choro continuant codd.)
- οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.