Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
- σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
- ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
- μόχθοις: ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε
- ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην[*](ἠλγύνθην recc.: ἀλγύνθην M) κέαρ.
- μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
- θνητοὺς[*](θνητοὺς recc.: θνητούς τ᾽ M) ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
- τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;